|
www.typikon.gr
Τυπικὸν δι᾿ ἐνοριακὴν χρῆσιν (βάσει τοῦ Τυπικοῦ Βιολάκη, τοῦ Τυπικοῦ τοῦ πρωτοψάλτου
Κωνσταντίνου,καὶ ἄλλων τυπικῶν παλαιῶν καὶ νέων)
ΤΥΠΙΚΟΝ ΙΟΥΛΙΑΝΟΥ (ΠΑΛΑΙΟΥ) ΕΟΡΤΟΛΟΓΙΟΥ
ΙΑΝΟΥΑΡΙΟΣ 2012 ἔχων ἡμέρας τριάκοντα καὶ μίαν
1. Σάββατον. † Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου (†379) (Τυπικὸν 1ης ᾿Ιαν. §§1-3). Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «῾Η γέννησίς σου, Χριστέ»· κοντάκιον «῾Η παρθένος σήμερον»· ἀπόλυσις «῾Ο ἐν σπηλαίῳ γεννηθεὶς καὶ ἐν φάτνῃ...» Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ «Μακάριος ἀνήρ», εἰς τὸ «Κύριε, ἐκέκραξα» τῆς ἑορτῆς 2 ἰδιόμελα «Συγκαταβαίνων ὁ Σωτὴρ» (δὶς) καὶ «Οὐκ ἐπῃσχύνθη» (ἅπαξ), καὶ τὰ 3 προσόμοια τοῦ ἁγίου Βασιλείου «῾Ο ἐπωνύμως κληθεὶς» κ.λπ., Δόξα, τοῦ ἁγίου «Σοφίας ἐραστής», Καὶ νῦν, τῆς ἑορτῆς «Συγκαταβαίνων ὁ σωτήρ»· εἴσοδος, κ.λπ.· ἀναγνώσματα (τῆς λιτῆς καταλιμπανομένης συνήθως εἰς τὰς ἐνορίας)· ἀπόστιχα τὰ 3 ἰδιόμελα τοῦ ἁγίου μετὰ στίχων εἰς τὰ 2 τελευταῖα: α) «Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν», β) «Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν», Δόξα, τοῦ ἁγίου «῾Ο τὴν χάριν τῶν θαυμάτων», Καὶ νῦν, τῆς ἑορτῆς «Οὐκ ἐπῃσχύνθη»· ἀπολυτίκια «Εἰς πᾶσαν τὴν γῆν», Δόξα, Καὶ νῦν, «Μορφὴν ἀναλλοιώτως»· ἀπόλυσις «῾Ο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν». Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν τὰ στιχηρὰ ἰδιόμελα τῆς λιτῆς, ὡς ἔχουσιν ἐν τῷ Μηναίῳ, τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Μορφὴν ἀναλλοιώτως»· εὐχὴ (μικρᾶς) ἀπολύσεως, ὡς ἐν τῷ ἑσπερινῷ. Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Εἰς πᾶσαν τὴν γῆν», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Μορφὴν ἀναλλοιώτως»· τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος· τὰ καθίσματα τοῦ ἁγίου καὶ τῆς ἑορτῆς, ὡς ἐν τῷ Μηναίῳ· εἶτα ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου, τὸ προκείμενον «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ» καὶ ἡ τάξις τοῦ Εὐαγγελίου τοῦ ὄρθρου, «῾Ο μὴ εἰσερχόμενος» (ζήτει τῇ 13ῃ Νοεμβρίου)· ὁ ν΄ ψαλμὸς χῦμα, Δόξα, «Ταῖς τοῦ ἱεράρχου», Καὶ νῦν, «Ταῖς τῆς Θεοτόκου» καὶ τὸ ἰδιόμελον τοῦ ἁγίου «᾿Εξεχύθη ἡ χάρις ἐν χείλεσί σου»· κανόνες, τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν καὶ μετὰ στίχου εἰς τὰ τροπάρια «Δόξα σοι, ὁ Θεὸς» καὶ τοῦ ἁγίου «Σοῦ τὴν φωνὴν» μετὰ στίχου «Ἅγιε τοῦ Θεοῦ», ἀνὰ 4 τροπάρια· εἰς δὲ τὰ δύο τελευταῖα τροπάρια ἑκάστης ᾠδῆς Δόξα, Καὶ νῦν· ἀπὸ γ΄ ᾠδῆς τὰ μεσῴδια καθίσματα τοῦ ἁγίου καὶ τῆς ἑορτῆς· ἀφ᾿ Ϛ΄ κοντάκιον καὶ οἶκος τοῦ ἁγίου καὶ τὸ μηνολόγιον τῆς ἡμέρας· μετὰ τὴν πλήρωσιν τῶν κανόνων ἕως τῆς ὀγδόης ᾠδῆς, καταβασίαι διπλαῖ «Βυθοῦ ἀνεκάλυψε πυθμένα» καὶ «Στίβει θαλάσσης»· εἶτα ψάλλεται ἡ θ΄ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων μετὰ τῶν μεγαλυναρίων, ὡς ἕπεται· Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν... ῾Η τὸν πρὸ ἡλίου φωστῆρα... Μεγάλυνον, ψυχή μου, τὸν κατὰ τὸν νόμον... ῾Η τὸν πρὸ ἡλίου φωστῆρα... Μεγάλυνον, ψυχή μου, τὸν ἐν τῇ ὀγδόῃ... ῾Υπερβὰς τοὺς ὅρους Χριστός... Σήμερον ὁ δεσπότης τέμνεται τὴν σάρκα... Δεῦτε τοῦ δεσπότου τὰ ἔνδοξα... Μεγάλυνον, ψυχή μου, τὸν ἐν ἱεράρχαις... Τοῦ ἀρχιποίμενος ὡς πρόβατον... Μεγάλυνον, ψυχή μου, τὸν ἐκ Καισαρείας... Τὸ τῆς ἐκκλησίας πανίερον... Δόξα Πατρί... Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου... Τῆς τῶν ἀποστόλων καθέδρας... Καὶ νῦν... Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην... ῾Ο τὰ ὑπερῷα ἐν ὕδασι... καὶ αἱ δύο καταβασίαι τῆς θ΄ «Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν... ᾿Απορεῖ πᾶσα γλῶσσα» καὶ «Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην... ῍Ω τῶν ὑπὲρ νοῦν»· ἐξαποστειλάρια, τὸ τοῦ ἁγίου «Φιλοσοφίας ἔρωτι» καὶ τὸ τῆς ἑορτῆς «Τὴν σάρκα περιτέμνεται»· εἰς τοὺς αἴνους τὰ τοῦ Μηναίου 4 προσόμοια «Φέρει περιτομὴν» κ.λπ., Δόξα, τοῦ ἁγίου, «᾿Εξεχύθη ἡ χάρις», Καὶ νῦν, «Συγκαταβαίνων ὁ σωτήρ»· δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον «Μορφὴν ἀναλλοιώτως». Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα τῆς ἑορτῆς [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 τροπάρια ἐκ τῆς γ΄ ᾠδῆς τῆς ἑορτῆς καὶ 4 τροπάρια ἐκ τῆς Ϛ΄ ᾠδῆς τοῦ ἁγίου]. Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... ὁ σαρκὶ περιτμηθείς»· μετὰ τὴν εἴσοδον, ἀπολυτίκια «Μορφὴν ἀναλλοιώτως», «Εἰς πᾶσαν τὴν γῆν» καὶ τὸ τοῦ ναοῦ· κοντάκιον «῾Ο τῶν ὅλων Κύριος» (ζήτει μετὰ τὴν γ΄ ᾠδήν)· τρισάγιον· ᾿Απόστολος –μετὰ τοῦ προκειμένου αὐτοῦ– 1ης ᾿Ιανουαρίου, «Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν» (Κολ. β΄ 8-12)· Εὐαγγέλιον: ὅμοιον, «῾Υπέστρεψαν οἱ ποιμένες» (Λουκ. β΄ 20-21, 40-52)· καὶ καθεξῆς ἡ λειτουργία τοῦ μεγάλου Βασιλείου· εἰς τὸ ᾿Εξαιρέτως «᾿Επὶ σοὶ χαίρει»· (περὶ μεγαλυναρίου βλέπε τὴν κατωτέρω σημείωσιν)· κοινωνικὸν «Αἰνεῖτε»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Μορφὴν ἀναλλοιώτως»· ὀπισθάμβωνος εὐχὴ ἡ τοῦ μεγ. Βασιλείου «῾Ο θυσίαν αἰνέσεως», «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἡ ἀπόλυσις «῾Ο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ», ὡς ἐν τῷ ἑσπερινῷ. Σημείωσις. Τὸ Τ.Μ.Ε. εἰς τὰ δίπτυχα, μετὰ τὸ «᾿Εν πρώτοις μνήσθητι, Κύριε», ὁρίζει νὰ ψαλῇ τὸ μεγαλυνάριον· «Τὸν οὐρανοφάντορα τοῦ Χριστοῦ, μύστην τοῦ Δεσπότου, τὸν φωστῆρα τὸν φαεινόν, τὸν ἐκ Καισαρείας, καὶ Καππαδόκων χώρας, Βασίλειον τὸν μέγαν, πάντες τιμήσωμεν». ᾿Αλλὰ τοῦτο δὲν εἶναι ἀπαραίτητον οὔτε σύμφωνον μὲ τὴν ἀκρίβειαν τοῦ παλαιοῦ Τυπικοῦ. Εἰδήσεις. 1. ᾿Απὸ τῆς ἑσπέρας τῆς σήμερον εἰσέρχονται εἰς πάσας τὰς τακτικὰς ἀκολουθίας οἱ πρὸς τοῦτο εἰς τὸ Μηναῖον εὑρισκόμενοι ἑόρτιοι ὕμνοι τῶν Φώτων, οἵ τινες καὶ ἀναπληροῦσιν ἐν ταῖς καθημεριναῖς τοὺς ὕμνους τῆς Παρακλητικῆς, δι᾿ ὃ καὶ σχολάζει αὕτη μέχρι τῆς 14ης τοῦ μηνὸς πλὴν τῶν Κυριακῶν. 2. Εἰς τοὺς ἑσπερινοὺς τῶν προεορτίων ἡμερῶν ψάλλονται μετὰ τὸ «Νῦν ἀπολύεις» οἱ εἰς τὸ Μηναῖον διὰ τὰ ἀπόδειπνα κατακεχωρημένοι διῴδιοι ἢ τριῴδιοι ἢ πλήρεις κανόνες (βλέπε Τ.Μ.Ε., Δεκεμ. 25 §23), μεθ᾿ οὓς λέγεται τὸ τρισάγιον. 3. Εἴς τε τὰς προεορτίους καὶ τὰς μεθεόρτους καθημερινὰς στιχολογοῦνται εἰς τὸν ὄρθρον δύο καθίσματα τοῦ Ψαλτηρίου. 4. Εἰς πᾶσαν θ. λειτουργίαν καὶ εἰς τὰς ὥρας (μετὰ τὸ τρισάγιον) ψάλλεται τὸ οἰκεῖον κοντάκιον τῆς ἑορτῆς «᾿Εν τοῖς ῥείθροις σήμερον». 5. ᾿Επίσης ἀπὸ τῆς 2ας ᾿Ιανουαρίου μέχρι καὶ τῆς 5ης τοῦ αὐτοῦ μηνός, ἐὰν ἑορτάζηται ἅγιος, ψάλλονται καταβασίαι «Βυθοῦ ἀνεκάλυψε πυθμένα» ἐκ τῶν εἱρμῶν τοῦ α΄ κανόνος τῆς ἑορτῆς τῶν Θεοφανείων.
2. † Κυριακη προ των Φωτων (προεόρτια τῶν Φώτων). Σιλβέστρου πάπα ῾Ρώμης (†335). ῏Ηχος πλ. β΄. ῾Εωθινὸν θ΄ (τυπικόν Κυριακῆς πρὸ τῶν Φώτων §§ 1-3). Προσημείωσις περὶ τοῦ ἑωθινοῦ εὐαγγελίου τῶν Κυριακῶν Κατὰ τὸ ἰσχῦον Τυπικὸν Βιολάκη καὶ εἰς πλείστας ὅσας ἑλληνοφώνους ἐνορίας τὸ ἑωθινὸν εὐαγγέλιον τῶν Κυριακῶν λέγεται μετὰ τοὺς κανόνας καὶ μετὰ τὴν η΄ ᾠδὴν τῶν καταβασιῶν, ἐνῷ εἰς τὸ Ἅγιον Ὄρος, εἰς τὰς σλαυικὰς ἐκκλησίας καὶ εἰς πολλὰς ἄλλας ἑλληνοφώνους μονὰς καὶ ἐνορίας λέγεται πρὸ τῶν κανόνων. Σεβόμενοι τὰς διατάξεις καὶ τοὺς ὁρισμοὺς τῶν κατὰ τόπους ἐκκλησιῶν, ἐδῶ ἁπλῶς σημειοῦμεν τὰς χρησίμους πληροφορίας διὰ τοὺς λειτουργοὺς καὶ τοὺς ψάλτας. ῞Οθεν εἰς ὅλας τὰς Κυριακὰς ἡ τάξις τοῦ ἑωθινοῦ εὐαγγελίου σημειοῦται πρὸ τῶν κανόνων, ἐπειδὴ καὶ εἰς τὴν παρακλητικὴν ἐκεῖ σημειοῦται. Τοῦτο πρέπει νὰ ἐκληφθῇ ὄχι μὲ τὴν ἔννοιαν ὅτι ὑποχρεωτικῶς πρέπει νὰ λέγεται τὸ ἑωθινὸν εἰς αὐτὴν τὴν θέσιν, ἀλλὰ ὡς ἁπλῆν πληροφορίαν διὰ τὸ ἑωθινὸν τῆς Κυριακῆς, οἱ δὲ λειτουργοὶ θὰ τὸ λέγουν εἰς τὴν θέσιν τὴν ὁποίαν ἔχει ὁρίσει ἡ ἐκκλησία, εἰς τὴν ὁποίαν ἀνήκουν, ἢ ἡ προϊσταμένη των ἀρχή. Εἰς τὴν θ΄. ᾿Απολυτίκια «Μορφὴν ἀναλλοιώτως», Δόξα, «Εἰς πᾶσαν τὴν γῆν»· κοντάκιον «῾Ο τῶν ὅλων Κύριος». Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ Ψαλτήριον, εἰς τὸ «Κύριε, ἐκέκραξα...» ἀναστάσιμα 6 καὶ προεόρτια 4 «Προεόρτια ᾄσματα...» (ζήτει τῇ 2ᾳ ᾿Ιανουαρίου), Δόξα, «῎Ερχεται πρὸς ᾿Ιορδάνην...» (ζήτει τῇ 2ᾳ ᾿Ιανουαρίου), Καὶ νῦν, τὸ θεοτοκίον τοῦ ἤχου. Εἴσοδος κ.λπ. ᾿Απόστιχα· τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «᾿Ιωάννη Βαπτιστά...» (ζήτει τῇ 2ᾳ ᾿Ιανουαρίου εἰς τοὺς αἴνους). ᾿Απολυτίκια· τὸ ἀναστάσιμον (ἐν τῷ ὀρθρῳ δίς), Δόξα, Καὶ νῦν, «῾Ετοιμάζου, Ζαβουλών». Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «῎Αξιόν ἐστιν», τρισάγιον καὶ ἀπολυτίκιον «῾Ετοιμάζου, Ζαβουλών», «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», ἐκτενὴς καὶ ἀπόλυσις. Εἰς τὸν ὄρθρον. ῾Ο ἑξάψαλμος, «Θεὸς Κύριος», τὸ ἀναστάσιμον ἀπολυτίκιον, Δόξα τὸ αὐτό, Καὶ νῦν «῾Ετοιμάζου, Ζαβουλών». Εἶτα τὸ Ψαλτήριον καὶ ὁ ῎Αμωμος. Τὰ ἀναστάσιμα καθίσματα καὶ τὰ εὐλογητάρια. ῾Η ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου. ῾Η τάξις τοῦ ἑωθινοῦ Εὐαγγελίου –εἰς τὴν συνήθη θέσιν–. Κανόνες· ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς 4 (οἱ εἱρμοὶ ἄνευ στίχου, τὰ τροπάρια μετὰ στίχου «Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε» καὶ τὸ θεοτοκίον μετὰ στίχου «῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς»), καὶ ὁ προεόρτιος τῆς ἡμέρας εἰς 4 ἄνευ εἱρμῶν, μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι», εἰς δὲ τὰ δύο τελευταῖα τροπάρια ἑκάστης ᾠδῆς Δόξα, Καὶ νῦν. ᾿Απὸ γ΄ ᾠδῆς τὸ προεόρτιον μεσῴδιον κάθισμα. ᾿Αφ᾿ Ϛ΄ τὸ ἀναστάσιμον κοντάκιον καὶ ὁ οἶκος καὶ τὸ μηνολόγιον τῆς ἡμέρας. Μετὰ τὴν πλήρωσιν τῶν κανόνων καταβασίαι «Βυθοῦ ἀνεκάλυψε». «Τὴν τιμιωτέραν...» καὶ ἡ καταβασία «Μεγάλυνον, ψυχή μου... ᾿Απορεῖ πᾶσα γλῶσσα...»· «῞Αγιος Κύριος» καὶ ἐξαποστειλάρια τὸ θ΄ ἀναστάσιμον καὶ τὸ προεόρτιον, εἰς δὲ τοὺς αἴνους 4 στιχηρὰ ἀναστάσιμα καὶ 4 προεόρτια προσόμοια «Αἱ ἀγγελικαὶ προπορεύεσθε δυνάμεις», εἰς στίχους τὰ δύο τελευταῖα «Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς ᾿Ιορδάνου καὶ ῾Ερμωνιὶμ ἀπὸ ὄρους μικροῦ», «Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἠχοῦς ὑδάτων», Δόξα τὸ θ΄ ἑωθινόν, Καὶ νῦν «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία» [ἢ «Ἀναστὰς ἐκ τοῦ μνήματος»]. Εἰς τὴν λειτουργίαν. Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 τροπάρια τοῦ ἤχου καὶ 4 ἐκ τῆς f΄ ᾠδῆς τοῦ προεορτίου κανόνος [ἢ τὰ συνήθη ᾿Αντίφωνα]. Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς»· ἀπολυτίκια τὸ ἀναστάσιμον, «῾Ετοιμάζου, Ζαβουλὼν» καὶ τοῦ ναοῦ, κοντάκιον «᾿Εν τοῖς ῥείθροις»· ᾿Απόστολος Κυριακῆς πρὸ τῶν Φώτων «Νῆφε ἐν πᾶσι» (Β΄ Τιμ. δ΄ 5-8)· Εὐαγγέλιον ὁμοίως «᾿Αρχὴ τοῦ εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ» (Μρκ. α΄ 1-8), καὶ καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱ. Χρυσοστόμου· «῎Αξιόν ἐστιν»· «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς»· «Πληρωθήτω»· «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἀπόλυσις.
5. Τετάρτη (προεόρτια τῶν Φώτων). Θεοπέμπτου καὶ Θεωνᾶ μαρτύρων, Συγκλητικῆς ὁσίας. Νηστεία (ἤγουν ξηροφαγία). Τῷ πρωί. ῾Ο ὄρθρος τῆς 5ης ᾿Ιανουαρίου κατὰ τὴν τάξιν τοῦ Μηναίου καὶ ἐν συνεχείᾳ, μετὰ τὴν ἀπόλυσιν, αἱ μεγάλαι ὧραι τῶν Θεοφανείων, ὡς ἐν τῷ Μηναίῳ. Εἰς τὴν α΄ ὥραν «Εὐλογητὸς ὁ Θεός», [«Βασιλεῦ οὐράνιε»,] τρισάγιον κ.λπ., «Κύριε, ἐλέησον» ιβ΄, Δόξα, Καὶ νῦν, «Δεῦτε προσκυνήσωμεν»· εἰς τὰς λοιπὰς ὥρας μόνον «Δεῦτε προσκυνήσωμεν»· ψαλλομένων τῶν ἰδιομέλων ἑκάστης ὥρας ὁ διάκονος (ἢ ἐλλείψει τούτου ὁ ἱερεὺς) θυμιᾷ τὸν λαὸν διὰ «κατζίου», προπορευομένου λαμπαδούχου· μετὰ δὲ τὴν εὐχὴν τῆς θ΄ ὥρας (παραλειπομένων χάριν συντομίας τῶν τυπικῶν καὶ τῶν μακαρισμῶν) γίνεται ἀπόλυσις μεγάλη καὶ εὐθὺς ἄρχεται ῾Ο μέγας ἑσπερινὸς τῆς ἑορτῆς τῶν Θεοφανείων μετὰ τῆς θείας λειτουργίας τοῦ μεγάλου Βασιλείου Μετὰ τὴν ἐκφώνησιν «Εὐλογημένη ἡ βασιλεία», τὸν προοιμιακὸν καὶ τὰ εἰρηνικά, εἰς τὸ «Κύριε, ἐκέκραξα» ἑσπέρια στιχηρὰ ἰδιόμελα τῆς ἑορτῆς 4 «Τὸν φωτισμὸν ἡμῶν» κ.λπ. εἰς 6, Δόξα, Καὶ νῦν, τὸ ἕτερον ἰδιόμελον «῾Υπέκλινας κάραν»· εἴσοδος μετὰ τοῦ Εὐαγγελίου, «Φῶς ἱλαρὸν» καὶ εὐθὺς1 τὸ α΄ ἀνάγνωσμα «᾿Εν ἀρχῇ ἐποίησεν ὁ Θεός»· μετ᾿ αὐτὸ ὁ α΄ χορὸς τὸ μετὰ τὸ γ΄ ἀνάγνωσμα κείμενον τροπάριον «᾿Επεφάνης ἐν τῷ κόσμῳ», οὗ τινος τὸ ἀκροτελεύτιον «Ἵνα φωτίσῃς τοὺς ἐν σκότει» ψάλλεται (ἐξ ὑπαμοιβῆς παρὰ τῶν χορῶν, ἀρχομένου τοῦ β΄ χοροῦ) ἐφύμνιον τῶν ἐμμελῶς λεγομένων στίχων τοῦ 66ου ψαλμοῦ «῾Ο Θεὸς οἰκτιρήσαι ἡμᾶς», ὡς οὗτοι κεῖνται εἰς τὸ Μηναῖον, καὶ εἰς τὸ Δόξα, Καὶ νῦν τῶν στίχων ὁ β΄ χορὸς τὸ αὐτὸ τροπάριον «᾿Επεφάνης ἐν τῷ κόσμῳ» ὁλόκληρον· εἶτα τὸ ε΄ ἀνάγνωσμα «Εἶπεν ᾿Ηλίας»· μετ᾿ αὐτὸ ὁ β΄ χορὸς τὸ μετὰ τὸ Ϛ΄ ἀνάγνωσμα κείμενον τροπάριον «῾Αμαρτωλοῖς καὶ τελώναις», τὸ ἀκροτελεύτιον τοῦ ὁποίου «Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι» ψάλλεται (πάλιν ἐξ ὑπαμοιβῆς παρὰ τῶν χορῶν, ἀρχομένου τοῦ α΄ χοροῦ) ἐφύμνιον τῶν στίχων τοῦ Ϟβ΄ (92ου) ψαλμοῦ «῾Ο Κύριος ἐβασίλευσεν», ὡς οὗτοι κεῖνται εἰς τὸ Μηναῖον, καὶ εἰς τὸ Δόξα, Καὶ νῦν αὐτῶν ὁ α΄ χορὸς τὸ αὐτὸ τροπάριον «῾Αμαρτωλοῖς καὶ τελώναις» ὁλόκληρον· εἶτα τὸ Ϛ΄ ἀνάγνωσμα «Παρεγένετο Νεεμάν», μεθ᾿ ὃ «Τοῦ Κυρίου δεηθῶμεν», «Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν» καὶ τὸ τρισάγιον· ᾿Απόστολος: τοῦ ἑσπερινοῦ «᾿Ελεύθερος ὢν ἐκ πάντων» (Α΄ Κορ. θ΄ 19-27)· Εὐαγγέλιον: τῆς θ΄ ὥρας «᾿Εν ἔτει πεντεκαιδεκάτῳ» (Λκ. γ΄ 1-18) καὶ καθεξῆς ἡ θ. λειτουργία τοῦ μεγ. Βασιλείου· εἰς τὸ ᾿Εξαιρέτως «᾿Επὶ σοὶ χαίρει»· κοινωνικὸν «Αἰνεῖτε»· μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν ψάλλονται τὰ ἰδιόμελα «Φωνὴ Κυρίου» καὶ τελεῖται ὑπὸ τοῦ λειτουργοῦντος ἱερέως ὁ ἁγιασμὸς κατὰ τὴν ἐν τῷ Μηναίῳ διάταξιν· εἰς τὸ τέλος τοῦ ῾Αγιασμοῦ ὁ ἱερεὺς βαπτίζει τρὶς τὸν τίμιον Σταυρὸν ὄρθιον αὐτὸν κατάγων ἐν τῷ ἡγιασμένῳ ὕδατι καὶ ἀνάγων, ψάλλων τὸ ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ βαπτιζομένου σου, Κύριε», ὃ ἐπαναλαμβάνουσιν οἱ χοροὶ ἀνὰ μίαν· εἶτα ῥαντίζει τὸν λαὸν μετὰ τοῦ ἡγιασμένου ὕδατος ψάλλων τὸ κοντάκιον «᾿Επεφάνης σήμερον», μεθ᾿ ὃ προσέρχεται ὁ λαὸς μετὰ τάξεως καὶ ἀσπαζόμενος τὸν τίμιον σταυρὸν καὶ τὴν κρατοῦσαν αὐτὸν δεξιὰν τοῦ ἱερέως ἁγιάζεται διὰ τοῦ ἡγιασμένου ὕδατος, τοῦ β΄ χοροῦ ψάλλοντος τὸ ἰδιόμελον «᾿Ανυμνήσωμεν οἱ πιστοί»· μετὰ ταῦτα «Εἴη τὸ ὄνομα Κυρίου», «Τοῦ Κυρίου δεηθῶμεν», ὁ ἱερεὺς «Εὐλογία Κυρίου καὶ ἔλεος», ὁ β΄ χορὸς «᾿Αμήν», ὁ ἱερεὺς «Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι», ὁ ἀναγνώστης Δόξα, Καὶ νῦν, «Κύριε, ἐλέησον» (γ΄), «Πάτερ ἅγιε, εὐλόγησον» καὶ ὁ ἱερεὺς τὴν εὐχὴν τῆς (μεγ.) ἀπολύσεως «῾Ο ἐν ᾿Ιορδάνῃ ὑπὸ ᾿Ιωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς» καὶ εὐθὺς τὸ «Δι᾿ εὐχῶν».
6. Πέμπτη. † ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν τὰ διὰ τὴν λιτὴν ἰδιόμελα, ὡς ἔχουσιν εἰς τὸ Μηναῖον (ἄνευ τῶν στίχων Δόξα, Καὶ νῦν), καὶ τὰ ἰδιόμελα τῶν ἀποστίχων τοῦ ἑσπερινοῦ, ὡς μὴ ψαλέντα εἰς τὴν οἰκείαν θέσιν· εἶτα τρισάγιον καὶ ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ». Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ» (γ΄)· τὰ καθίσματα κατὰ σειρὰν ὡς ἐν τῷ Μηναίῳ, οἱ ἀναβαθμοὶ «᾿Εκ νεότητός μου», τὸ προκείμενον «῾Η θάλασσα εἶδε καὶ ἔφυγε» (γ΄), Εὐαγγέλιον ὄρθρου τὸ τῆς Ϛ΄ ὥρας, «῏Ηλθεν ὁ ᾿Ιησοῦς» (Μρ. α΄ 9-11), ὁ ν΄ ψαλμὸς χῦμα καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Μηναίῳ· οἱ κανόνες ἀμφότεροι ἀνὰ 4 ἄνευ στίχου ἢ προϋμνίου τινός, εἰμὴ μόνον Δόξα, Καὶ νῦν εἰς τὰ δύο τελευταῖα τροπάρια ἑκάστης ἰαμβικῆς ᾠδῆς καὶ τὸ «Εὐλογοῦμεν Πατέρα...» εἰς τὸ προτελευταῖον τροπάριον τῆς η΄ ᾠδῆς· ἀπὸ γ΄ ᾠδῆς ἡ ὑπακοὴ «῞Οτε τῇ ἐπιφανείᾳ σου»· ἀφ᾿ Ϛ΄ τὸ κοντάκιον, ὁ οἶκος καὶ τὸ συναξάριον· καταβασίαι διπλαῖ «Βυθοῦ ἀνεκάλυψε» καὶ «Στίβει θαλάσσης»· ἀντὶ τῆς στιχολογίας τοῦ «Τὴν τιμιωτέραν», οἱ εἱρμοὶ καὶ τὰ τροπάρια τῆς θ΄ ᾠδῆς τῶν δύο κανόνων ἐφύμνια εἰς τὰ μεγαλυνάρια τῆς ἑορτῆς, ὡς ἕπεται: α) Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν... ᾿Απορεῖ πᾶσα γλῶσσα... β) Μεγάλυνον, ψυχή μου, τὸν ἐν ᾿Ιορδάνῃ... Δαυίδ, πάρεσο... γ) Μεγάλυνον, ψυχή μου, τὸν ὑπὸ προδρόμου... ῾Ο ᾿Ησαΐας λούσασθε... δ) Μεγάλυνον, ψυχή μου, τὸν ἐκ τῆς πατρῴας... Συντηρώμεθα χάριτι... ε) Σήμερον ὁ δεσπότης κλίνει τὸν αὐχένα... ῍Ω τῶν ὑπὲρ νοῦν... Ϛ) Σήμερον ᾿Ιωάννης... ῍Ω τῶν ὑπὲρ νοῦν... ζ) Δόξα· Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου... ῎Ιδμεν τὰ Μωσεῖ... η) Καὶ νῦν· Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην... Χρίεις τελειῶν... καὶ οἱ εἱρμοὶ «Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν... ᾿Απορεῖ πᾶσα γλῶσσα» καὶ «Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην... ῍Ω τῶν ὑπὲρ νοῦν»· τὸ ἐξαποστειλάριον τρίς· εἰς τοὺς αἴνους τὰ ἰδιόμελα τῆς ἑορτῆς εἰς 6 (δευτεροῦντες τὸ α΄), Δόξα, «Νάματα ᾿Ιορδάνια», Καὶ νῦν, «Σήμερον ὁ Χριστός». Μεγάλη δοξολογία [μετὰ τὸ ᾀσματικὸν τῆς ὁποίας τελεῖται ἐνιαχοῦ ὁ μέγας ῾Αγιασμὸς ὡς ἐν τῷ μηναίῳ2· ἐν τέλει τὸ κοντάκιον «᾿Επεφάνης σήμερον»], καὶ τὸ ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ βαπτιζομένου σου, Κύριε». Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς· εἰσοδικὸν «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· Σῶσον ἡμᾶς... ὁ ἐν ᾿Ιορδάνῃ ὑπὸ ᾿Ιωάννου βαπτισθείς»· μετὰ τὴν εἴσοδον, ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ»· κοντάκιον «᾿Επεφάνης σήμερον»· ἀντὶ τρισαγίου «῞Οσοι εἰς Χριστόν»· ᾿Απόστολος τῆς ἑορτῆς, 6 ᾿Ιαν., «᾿Επεφάνη ἡ χάρις τοῦ Θεοῦ» (Τίτ. β΄ 11-14, γ΄ 4-7)· Εὐαγγέλιον τῆς ὁμοίως, «Παραγίνεται ὁ ᾿Ιησοῦς ἀπὸ τῆς Γαλιλαίας» (Ματθ. γ΄ 13-17)· λειτουργία τελεῖται ἡ τοῦ ἱεροῦ Χρυσοστόμου· εἰς τὸ ᾿Εξαιρέτως «Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν... ᾿Απορεῖ πᾶσα γλῶσσα»· κοινωνικὸν «᾿Επεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «᾿Εν ᾿Ιορδάνῃ»· μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν [ἐνταῦθα εἰς πολλοὺς ναοὺς εὐθὺς ψάλλονται τὰ ἰδιόμελα «Φωνὴ Κυρίου» κ.λπ. καὶ τελεῖται ὁ μέγας ῾Αγιασμὸς ὡς ἐν τῷ Μηναίῳ3· ἐν τέλει τὸ κοντάκιον «᾿Επεφάνης σήμερον»,] «Εἴη τὸ ὄνομα Κυρίου», «Εὐλογία Κυρίου» καὶ ἀπόλυσις ὡς χθές. Σημειώσεις. 1) Ψαλλομένου σήμερον τοῦ ἰδιομέλου τῆς ἀκολουθίας τοῦ μεγ. ῾Αγιασμοῦ «῾Ως ἄνθρωπος ἐν ποταμῷ», συνήθως παρ᾿ αὐτοῦ τοῦ τελεταρχοῦντος ἱερέως, ἐξέρχεται οὗτος μετὰ τῶν φερόντων τὰ ἑξαπτέρυγα, τῶν λαμπαδούχων καὶ τοῦ κρατοῦντος τὸ θυμιατόν, κατ᾿ ἔθος, ἀπὸ τῆς βορείας τοῦ ἱ. Βήματος πύλης φέρων μετὰ χεῖρας τὸν τίμιον σταυρόν, κατέρχεται μέχρι τῶν βασιλικῶν πυλῶν καὶ ἐκεῖθεν ἀνέρχεται εἰς τὸ μέσον τοῦ ναοῦ, ἔνθα τὸ περιέχον τὸ εὐλογηθησόμενον ὕδωρ δοχεῖον. 2) Μετὰ τὸ πέρας τοῦ ἁγιασμοῦ δίδοται ὑπὸ τοῦ ἱερέως εἰς τὸν λαὸν ὁ ἁγιασμὸς ψαλλομένου τοῦ τροπαρίου τῆς η΄ ᾠδῆς «Τριάδος ἡ φανέρωσις». 3) ᾿Απὸ σήμερον καὶ εἰς πάσας τὰς ἀκολουθίας μέχρι τῆς θ΄ ὥρας τῆς 14ης ᾿Ιανουαρίου εὐχὴ τῆς ἀπολύσεως λέγεται «῾Ο ἐν ᾿Ιορδάνῃ ὑπὸ ᾿Ιωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινός...»
7. Παρασκευή (πρώτη μεθέορτος τῶν Φώτων ἡμέρα). † Τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου. Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ»· κοντάκιον «᾿Επεφάνης σήμερον». Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακόν, ἄνευ Ψαλτηρίου (προθεωρία ΤΜΕ §4), εἰς τὸ «Κύριε, ἐκέκραξα» ἑσπέρια ἰδιόμελα τῆς ἑορτῆς 3 «Τὸν φωτισμὸν ἡμῶν» κ.λπ. καὶ τοῦ Προδρόμου προσόμοια 3 «Πανεύφημε πρόδρομε Χριστοῦ» κ.λπ., Δόξα, «῎Ενσαρκε λύχνε», Καὶ νῦν, τῆς ἑορτῆς «Θεὸς Λόγος ἐπεφάνη», εἴσοδος μετὰ θυμιατοῦ, «Φῶς ἱλαρὸν» καὶ τὸ μέγα προκείμενον «῾Ο Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ» μετὰ τῶν στίχων αὐτοῦ ὡς ἐν τῷ Μηναίῳ· εἰς τὰ ἀπόστιχα τὰ 3 προσόμοια «῾Ως εἶδέ σε, δέσποτα» κ.λπ. μετὰ τῶν στίχων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ, Δόξα, «῾Ως τοῦ Πνεύματος ἐραστής», Καὶ νῦν, τῆς ἑορτῆς «Δεῦτε μιμησώμεθα»· ἀπολυτίκια «᾿Εν ᾿Ιορδάνῃ», Δόξα, «Μνήμη δικαίου», Καὶ νῦν, «᾿Εν ᾿Ιορδάνῃ»· ἀπόλυσις «῾Ο ἐν ᾿Ιορδάνῃ ὑπὸ ᾿Ιωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινός...» Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια, ὡς εἰς τὸν ἑσπερινόν· τὰ καθίσματα ἐκ δευτέρου· ὁ ν΄ χῦμα καὶ οἱ κανόνες, ὁ α΄ τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν «Βυθοῦ ἀνεκάλυψε πυθμένα» εἰς προΰμνιον τὰ τροπάρια αὐτοῦ «Δόξα σοι, ὁ Θεός», καὶ τοῦ προδρόμου «Βαπτιζόμενον τῷ τῶν παθῶν μου κλύδωνι» εἰς προΰμνιον «Βαπτιστὰ τοῦ Χριστοῦ», Δόξα εἰς τὸ προτελευταῖον, Καὶ νῦν εἰς τὸ θεοτοκίον· ἀπὸ γ΄ ᾠδῆς μεσῴδια καθίσματα, ὡς ἐν τῷ Μηναίῳ· ἀφ᾿ f΄ τὸ ἐν τῷ Μηναίῳ κοντάκιον (7 ᾿Ιαν.) «Τὴν σωματικὴν παρουσίαν δεδοικὼς» μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον· καταβασίαι οἱ εἱρμοὶ «Στίβει θαλάσσης»· ἀντὶ τοῦ «Τὴν τιμιωτέραν», ὁ εἱρμὸς καὶ τὰ τροπάρια τῆς θ΄ ᾠδῆς τοῦ α΄ κανόνος τῆς ἑορτῆς ἐφύμνια εἰς 4 μεγαλυνάρια (ὡς χθές), εἶτα δύο τροπάρια τῆς αὐτῆς ᾠδῆς τοῦ κανόνος τοῦ προδρόμου ἐφύμνια εἰς τὸ προΰμνιον «Βαπτιστὰ τοῦ Χριστοῦ», Δόξα, «῾Ο τοῖς ἀσωμάτοις», Καὶ νῦν, «῾Υπὲρ εὐσπλαγχνίαν» καὶ καταβασία «Μεγάλυνον, ψυχή μου... ῍Ω τῶν ὑπὲρ νοῦν»· ἐξαποστειλάρια, στιχηρὰ εἰς τοὺς αἴνους καὶ δοξαστικά, ὡς ἐν τῷ Μηναίῳ (7 ᾿Ιανουαρίου), δοξολογία μεγάλη, ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ»4 (ὅπου ἑορτάζεται ὁ Πρόδρομος «Μνήμη δικαίου», Δόξα, Καὶ νῦν, «᾿Εν ᾿Ιορδάνῃ»). Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα καὶ τὸ εἰσοδικὸν τῆς ἑορτῆς, ὡς χθές· ἀπολυτίκια, τῆς ἑορτῆς καὶ τὸ τοῦ προδρόμου· κοντάκιον «᾿Επεφάνης σήμερον»· ἀντὶ τρισαγίου «῞Οσοι εἰς Χριστόν»· ᾿Απόστολος τοῦ προδρόμου, 7ης ᾿Ιαν., «᾿Εγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι» (Πρξ. ιθ΄ 1-8)· Εὐαγγέλιον ὁμοίως, 7ης ᾿Ιαν., «Βλέπει ὁ ᾿Ιωάννης τὸν ᾿Ιησοῦν ἐρχόμενον» (᾿Ιω. α΄ 29-34)· εἰς τὸ ᾿Εξαιρέτως «Μεγάλυνον, ψυχή μου... ῍Ω τῶν ὑπὲρ νοῦν»· κοινωνικὸν «Εἰς μνημόσυνον»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «᾿Εν ᾿Ιορδάνῃ», «Εἴη τὸ ὄνομα» καὶ ἀπόλυσις. Σημειώσεις. 1. ᾿Απὸ αὔριον μέχρι τῆς 13ης τοῦ μηνός, ἐὰν ἑορτάζηται ἅγιος, ψάλλονται καταβασίαι οἱ εἱρμοὶ τοῦ β΄ κανόνος τῆς ἑορτῆς τῶν Φώτων «Στίβει θαλάσσης». Κοντάκιον εἰς πάσας τὰς ἡμέρας μέχρι τῆς 14ης τοῦ μηνὸς ψάλλεται τὸ «᾿Επεφάνης σήμερον» (βλέπε 6 ᾿Ιανουαρίου). 2. Λόγῳ τῶν δύο κανόνων τῆς ἑορτῆς τῶν Θεοφανείων τὴν 8ην, τὴν 10ην καὶ τὴν 12ην τοῦ μηνός ὁ α΄ κανὼν τῆς ἑορτῆς προτάσσεται τοῦ κανόνος τοῦ Μηναίου· τὴν δὲ 9ην, 11ην καὶ 13ην προτάσσεται ὁ β΄ κανών. 3. ᾿Απὸ σήμερον ἕως τῆς 13ης ᾿Ιανουαρίου ἐὰν ψαλῶσιν ἀντίφωνα εἰς τὴν λειτουργίαν, ψάλλομεν τὰ τῆς ἑορτῆς· εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἐν ᾿Ιορδάνῃ ὑπὸ ᾿Ιωάννου».
8. Σάββατον μετὰ τὰ Φῶτα. Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας. ῾Η ἀκολουθία τῶν ἁγίων ψάλλεται μετὰ τῶν μεθεόρτων ὡς ἐν τῷ Μηναίῳ. ᾿Απόστολος καὶ Εὐαγγέλιον Σαββάτου μετὰ τὰ Φῶτα (᾿Εφεσ. ϛf΄ 10-17. Μτθ. δ΄ 1-11). Κοινωνικόν· «᾿Αγαλλιᾶσθε δίκαιοι».
9. † ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Πολυεύκτου μάρτυρος (†295). ῏Ηχος βαρύς, ἑωθινὸν ι’. Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ»· κοντάκιον «᾿Επεφάνης σήμερον». Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ Ψαλτήριον εἰς τὸ «Κύριε, ἐκέκραξα» ἀναστάσιμα 6 καὶ τῆς ἑορτῆς 4 «Τὸν φωτισμὸν ἡμῶν» (ζήτει εἰς τὸν ἑσπερινὸν τῆς 6ης ᾿Ιανουαρίου), Δόξα «Κύριε, πληρῶσαι βουλόμενος» (ζήτει Δόξα τῆς λιτῆς 6 ᾿Ιαν.), Καὶ νῦν, τὸ θεοτοκίον τοῦ ἤχου. Εἴσοδος κ.λπ.· ἀπόστιχα τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν «Σήμερον ἡ κτίσις φωτίζεται» (λιτὴ 6 ᾿Ιαν.). Τὸ ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, Καὶ νῦν «᾿Εν ᾿Ιορδάνῃ». ᾿Απόλυσις· «῾Ο ἐν ᾿Ιορδάνῃ ὑπὸ ᾿Ιωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν καὶ ἀναστὰς ἐκ νεκρῶν Χριστός». Εἰς τὸ ἀπόδειπνον. Μετὰ τὸ «Πιστεύω» ψάλλεται ἡ ἀκολουθία τοῦ ἁγίου τοῦ Μηναίου (10 ᾿Ιαν.). Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «῎Αξιόν ἐστιν», τρισάγιον καὶ ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ»· «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν «Τὴν τιμιωτέραν», ἐκτενὴς καὶ ἀπόλυσις. Εἰς τὸν ὄρθρον. ῾Ο ἑξάψαλμος. Εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, τὸ αὐτό, Καὶ νῦν «᾿Εν ᾿Ιορδάνῃ», τὸ Ψαλτήριον καὶ ὁ ῎Αμωμος. Καθίσματα τὰ ἀναστάσιμα καὶ ἀντὶ θεοτοκίων ἀνὰ ἓν τῆς ἑορτῆς (᾿Ιανουαρίου 9). Τὰ εὐλογητάρια. ῾Η ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου. ῾Η τάξις τοῦ ἑωθινοῦ Εὐαγγελίου –εἰς τὴν συνήθη θέσιν–. Κανόνες· ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς 4 (οἱ εἱρμοὶ ἄνευ στίχων, τὰ τροπάρια μετὰ στίχου «Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε» καὶ τὸ θεοτοκίον μετὰ στίχου «῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς»), ὁ α΄ τῶν Θεοφανείων μετὰ στίχου εἰς τὰ τροπάρια «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι» εἰς 4, εἰς δὲ τὰ δύο τελευταῖα τροπάρια ἑκάστης ᾠδῆς «Δόξα, Καὶ νῦν». ᾿Απὸ γ΄ ᾠδῆς τὸ μεθέορτον μεσῴδιον κάθισμα (9 ᾿Ιαν.). ᾿Αφ᾿ Ϛ΄ τὸ ἀναστάσιμον κοντάκιον, ὁ οἶκος καὶ τὸ μηνολόγιον. Μετὰ τὴν πλήρωσιν τῶν κανόνων, καταβασίαι «Στίβει θαλάσσης». «Τὴν τιμιωτέραν» καὶ ἡ καταβασία «Μεγάλυνον, ψυχή μου... Ὢ τῶν ὑπὲρ νοῦν»· «῞Αγιος Κύριος» καὶ ἐξαποστειλάρια τὸ ι΄ ἀναστάσιμον καὶ τὸ τῆς ἑορτῆς «᾿Επεφάνη ὁ Σωτήρ» (6 ᾿Ιαν.). Εἰς τοὺς αἴνους ἀναστάσιμα 4, εἶτα 4 ἰδιόμελα τῆς ἑορτῆς «φῶς ἐκ φωτός» (6 ᾿Ιαν.), μετὰ στίχων εἰς τὰ δύο τελευταῖα «῾Η θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ ᾿Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω»· «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες καὶ σύ, ᾿Ιορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;» Δόξα τὸ ι’ ἑωθινόν, Καὶ νῦν «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία» [ἢ «Ἀναστὰς ἐκ τοῦ μνήματος»]. Εἰς τὴν λειτουργίαν. Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 τροπάρια τοῦ ἤχου καὶ 4 ἐκ τῆς Ϛ΄ ᾠδῆς τοῦ α’ κανόνος τῆς ἑορτῆς [ἢ τὰ ᾿Αντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν]. Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν» μετ᾿ ἐφυμνίου «Σῶσον ἡμᾶς... ὁ ἀναστάς»· ἀπολυτίκια τὸ ἀναστάσιμον, «᾿Εν ᾿Ιορδάνῃ», καὶ τοῦ ναοῦ, κοντάκιον «᾿Επεφάνης σήμερον»· ᾿Απόστολος Κυριακῆς μετὰ τὰ Φῶτα «῾Ενὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις» (᾿Εφεσ. δ΄ 7-13)· Εὐαγγέλιον ὁμοίως «᾿Ακούσας ὁ ᾿Ιησοῦς ὅτι ᾿Ιωάννης παρεδόθη» (Μτθ. δ΄ 12-17)· «῎Αξιόν ἐστιν»· «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς»· «Πληρωθήτω»· «Εἴη τὸ ὄνομα Κυρίου», εὐχὴ ἀπολύσεως ὡς ἐν τῷ ἑσπερινῷ.
11. Τρίτη. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου (†529). ῾Η ἀκολουθία ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου. Εὐαγγέλιον ὄρθρου: τοῦ ὁσίου, ζήτει τῇ Παρασκευῇ τῆς β΄ ἑβδ. Λουκᾶ, «῎Εστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ» (Λκ. Ϛ΄ 17-23)· καταβασίαι οἱ εἱρμοὶ «Στίβει θαλάσσης»· «Τὴν τιμιωτέραν», δοξολογία μεγάλη καὶ ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ». Εἰς τὴν λειτουργίαν τὰ ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ ᾠδὴ τοῦ α΄ κανόνος τῶν Θεοφανείων εἰς 4 καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ ὁσίου εἰς 4]. ᾿Απόστολος –μετὰ τοῦ ἐν τῷ μηνολογίῳ προκειμένου– τοῦ ὁσίου, ὁ ἐν τῷ Μηναίῳ σημειούμενος, Κυρ. ιε΄ ἐπιστ., «῾Ο Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι» (Β΄ Κορ. δ΄ 6-15)· Εὐαγγέλιον: ὁμοίως, Πέμπτης δ΄ ἑβδ. Μτθ., «Πάντα μοι παρεδόθη» (Μτθ. ια΄ 27-30)· κοινωνικὸν «Εἰς μνημόσυνον αἰώνιον».
14. Παρασκευή, ἐν ᾗ ἀποδίδοται ἡ ἑορτή. Τῶν ἐν Σινὰ καὶ ῾Ραϊθὼ ἀναιρεθέντων πατέρων. Εἰς τὸν ἑσπερινόν. ῾Εσπέρια στιχηρὰ ἰδιόμελα τῆς ἑορτῆς 4 «Τὸν φωτισμὸν ἡμῶν» κ.λπ. εἰς 6, Δόξα, Καὶ νῦν, τὸ ἕτερον ἰδιόμελον «῾Υπέκλινας κάραν»· εἴσοδος μετὰ θυμιατοῦ, «Φῶς ἱλαρόν», «᾿Ιδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον»· εἰς τὸν στίχον, στιχηρὰ ἰδιόμελα τῆς ἑορτῆς 3, «᾿Εν ᾿Ιορδάνῃ ποταμῷ» κ.λπ., εἰς τοὺς πρὸ αὐτῶν στίχους τὰ δύο τελευταῖα, Δόξα, Καὶ νῦν, «Τὸν ἐκ παρθένου ἥλιον», ἃ ζήτει εἰς τὸ Μηναῖον, πρὸ τοῦ ὄρθρου τῆς ἑορτῆς (᾿Ιαν. 6)· ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ» τρίς· εὐχὴ ἀπολύσεως, ὡς ἐν τῇ ἑορτῇ. Εἰς τὸν ὄρθρον. ῾Η ἀκολουθία ψάλλεται ὡς ἐσημειώθη αὕτη κατὰ τὴν κυρίαν ἡμέραν τῆς ἑορτῆς, καταλιμπανομένων τοῦ γ΄ καθίσματος καὶ τοῦ Εὐαγγελίου μετὰ τῆς τάξεως αὐτοῦ· ἀπὸ γ΄ ᾠδῆς, ἀντὶ τῆς ὑπακοῆς, τὸ διὰ τὸν πολυέλεον κείμενον κάθισμα «Τὰ ῥεῖθρα ἡγίασας»· ἀφ᾿ Ϛ΄, μετὰ τὸν οἶκον τῆς ἑορτῆς, τὸ συναξάριον τῆς 14ης τοῦ μηνός· μετὰ τὴν πλήρωσιν τῆς η΄ ᾠδῆς καταβασίαι διπλαῖ ὡς ἐν τῇ ἑορτῇ (6 ᾿Ιανουαρίου)· ἀντὶ τοῦ «Τὴν τιμιωτέραν» ἡ θ΄ ᾠδὴ τῆς ἑορτῆς καὶ τὰ λοιπὰ τοῦ ὄρθρου, ὡς ἐν τῇ κυρίᾳ ἡμέρᾳ τῆς ἑορτῆς. Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα, εἰσοδικόν, ἀπολυτίκιον καὶ κοντάκιον, ὡς ἐν τῇ ἑορτῇ· τρισάγιον· ᾿Απόστολος –μετὰ προκειμένου τῆς ἑορτῆς– μεθέορτος, μεθέορτος, Τρ. λγ’ ἑβδ. ἐπιστ. (Α’ Πέτρ. γ’ 10-22)· Εὐαγγέλιον μεθέορτον, Τετ. ια’ ἑβδ. Λουκᾶ (Λκ. κ’ 1-8), καὶ καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱ. Χρυσοστόμου· εἰς τὸ ᾿Εξαιρέτως «Μεγάλυνον, ψυχή μου... ῍Ω τῶν ὑπὲρ νοῦν»· κοινωνικὸν «᾿Επεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «᾿Εν ᾿Ιορδάνῃ»· «Εἴη τὸ ὄνομα»· εὐχὴ ἀπολύσεως, ὡς ἐν τῇ ἑορτῇ. Εἰδήσεις. 1. ᾿Απὸ αὔριον ἕως τῆς ἀποδόσεως τῆς ῾Υπαπαντῆς, ἐὰν ἑορτάζηται ἅγιος, ψάλλονται αἱ τῆς ῾Υπαπαντῆς καταβασίαι «Χέρσον ἀβυσσοτόκον», κοντάκιον δὲ «῾Ο μήτραν παρθενικήν» (ζήτει 2 Φεβρ.). 2. ᾿Επίσης ἀπὸ αὔριον μέχρι καὶ 31ης τοῦ μηνὸς (πλὴν τῶν ἑορταζομένων ἁγίων) ἄρχεται ψαλλομένη ἡ Παρακλητική. 3. Ὅταν ὁ ἅγιος τῆς ἡμέρας στερῆται ἀπολυτικίου ἢ ἐξαποστειλαρίου, ψάλλομεν τὸ ἀπολυτίκιον ἢ τὸ ἐξαποστειλάριον τῆς ἡμέρας (βλέπε ῾Ωρολόγιον ἢ Παρακλητικήν).
16. † ΚΥΡΙΑΚΗ ΙE΄ ΛΟΥΚΑ. ῾Η προσκύνησις τῆς τιμίας ἁλύσεως τοῦ ἀποστόλου Πέτρου. ῏Ηχος πλ. δ΄, ἑωθινὸν ια΄. Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ Ψαλτήριον, εἰς τὸ «Κύριε, ἐκέκραξα» ἀναστάσιμα 6 καὶ τοῦ ἁγίου 4, Δόξα, τοῦ ἀποστόλου «Σήμερον ἡμῖν ἡ κρηπίς», Καὶ νῦν, «῾Ο βασιλεὺς τῶν οὐρανῶν»· εἴσοδος κ.λπ.· ἀπόστιχα τὰ ἀναστάσιμα· Δόξα, τοῦ ἀποστόλου «Πάλιν ἡμῖν ὁ θερμὸς προστάτης», Καὶ νῦν, «῾Ο ποιητὴς καὶ λυτρωτής μου, πάναγνε»· ἀπολυτίκια «᾿Εξ ὕψους κατῆλθες», Δόξα, «Τὴν ῾Ρώμην μὴ λιπών», Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον». Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου «Τῷ τρισηλίῳ βασιλεῖ», τὰ τριαδικὰ «῎Αξιόν ἐστιν», τρισάγιον καὶ ἡ ὑπακοὴ «Αἱ μυροφόροι τοῦ ζωοδότου»· «Κύριε, ἐλέησον» (μ΄)· Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», ἐκτενὴς καὶ ἀπόλυσις. Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια· τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος· τὰ ἀναστάσιμα καθίσματα καὶ τὰ εὐλογητάρια· ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου. ῾Η τάξις τοῦ ἑωθινοῦ Εὐ¬αγ¬γε¬λίου –εἰς τὴν συνήθη θέσιν–. Κανόνες· ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς 4 καὶ οἱ δύο τοῦ ἀποστόλου ἀνὰ δ΄ (ἄνευ εἱρμῶν) μετὰ στίχου «᾿Απόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν». ᾿Απὸ γ΄ ᾠδῆς τὰ μεσῴδια καθίσματα, ὡς ἐν τῷ Μηναίῳ· ἀφ᾿ ς΄ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον· μετὰ τὴν πλήρωσιν τῶν κανόνων καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον»· «Τὴν τιμιωτέραν», «Θεοτόκε ἡ ἐλπίς... ᾿Εν νόμου σκιᾷ καὶ γράμματι». «῞Αγιος Κύριος» καὶ ἐξαποστειλάρια· τὸ ια΄ ἀναστάσιμον «Μετὰ τὴν θείαν ἔγερσιν», τοῦ ἀποστόλου «Οὐ σὰρξ καὶ αἷμα, Πέτρε σοι» καὶ θεοτοκίον ὅμοιον «Παρθένος παναμώμητος». Εἰς τοὺς αἴνους στιχηρὰ ἀναστάσιμα 4 καὶ τοῦ ἀποστόλου προσόμοια 3 «Τοὺς πόνους τοῦ κηρύγματος» κ.λπ. εἰς 4, εἰς στίχους τὰ δύο τελευταῖα α) «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ», β) «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ», Δόξα, τὸ ια΄ ἑωθινὸν «Φανερῶν σεαυτόν», Καὶ νῦν, «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία» [ἢ «Ἀναστὰς ἐκ τοῦ μνήματος»] Εἰς τὴν λειτουργίαν. Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 τροπάρια τοῦ ἤχου καὶ 4 ἐκ τῆς f΄ ᾠδῆς τοῦ ἁγίου [ἢ τὰ συνήθη ᾿Αντίφωνα]. Μετὰ τὴν εἴσοδον τὸ ἀναστάσιμον ἀπολυτίκιον «᾿Εξ ὕψους κατῆλθες», «Τὴν ῾Ρώμην μὴ λιπὼν» καὶ τοῦ ναοῦ, κοντάκιον «῾Ο μήτραν παρθενικήν»· ᾿Απόστολος: Κυριακῆς λβ΄ ἐπιστολῶν· Εὐαγγέλιον: Κυριακῆς ιε΄ Λουκᾶ (Ζακχαίου)· «῎Αξιόν ἐστιν»· «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», «Πληρωθήτω», «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἀπόλυσις.
17. Δευτέρα. ᾿Αντωνίου ὁσίου τοῦ μεγάλου (†356). ῾Η ἀκολουθία ψάλλεται κατὰ τὴν διάταξιν τοῦ Μηναίου· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν· Εὐαγγέλιον ὄρθρου: τοῦ ὁσίου, Πέμ. δ΄ ἑβδ. Μτθ., «Πάντα μοι παρεδόθη» (Μτθ. ια΄ 27-30)· κανόνες, ὁ τῆς Θεο-τόκου «῾Υγρὰν διοδεύσας» τῆς μικρᾶς παρακλήσεως καὶ ὁ τοῦ ἁγίου ἀνὰ 4, καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον». Εἰς τὴν λειτουργίαν, Ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ ὁσίου]· κοντάκιον «῾Ο μήτραν παρθενικήν»· ᾿Απόστολος –μετὰ τοῦ προκειμένου αὐτοῦ– τοῦ ὁσίου, Δεκ. 6, «Πείθεσθε τοῖς ἡγουμένοις» (῾Εβρ. ιγ΄ 17-21)· Εὐαγγέλιον: ὁμοίως, Παρ. β΄ ἑβδ. Λουκᾶ, «῎Εστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πε¬δινοῦ» (Λκ. 6ης 17-23)· «῎Αξιόν ἐστι»· κοινωνικὸν «Εἰς μνημόσυνον».
18. Τρίτη. † ᾿Αθανασίου († 373) καὶ Κυρίλλου († 444) πατριαρχῶν ᾿Αλεξανδρείας. ῾Η ἀκολουθία ψάλλεται κατὰ τὴν διάταξιν τοῦ Μηναίου· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν· Εὐαγγέλιον ὄρθρου τὸ τῆς θ. λει-τουργίας 13ης Νοεμβρίου, «᾿Εγώ εἰμι ἡ θύρα» (᾿Ιω. ι΄ 9-16)· κανόνες, ὁ τῆς Θεοτόκου «῾Υγρὰν διοδεύσας» τῆς μικρᾶς παρακλήσεως καὶ οἱ τῶν ἁγίων· καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον». Εἰς τὴν λειτουργίαν, Ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ ᾠδὴ τοῦ ἁγίου ᾿Αθανασίου καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ ἁγίου Κυρίλλου]. Κοντάκιον «῾Ο μήτραν παρθενικήν»· ᾿Απόστολος –μετὰ τοῦ προκειμένου αὐτοῦ– 18ης ᾿Ιαν., «Μνημονεύετε τῶν ἡγουμένων ἡμῶν» (῾Εβρ. ιγ΄ 7-16)· Εὐαγγέλιον: ὁμοίως «῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» (Μτθ. ε΄ 14-19)· «῎Αξιόν ἐστι»· κοινωνικὸν «Εἰς μνημό¬συνον».
20. Πέμπτη. Εὐθυμίου ὁσίου τοῦ μεγάλου. ῾Η ἀκολουθία ψάλλεται κατὰ τὴν διάταξιν τοῦ Μηναίου· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν· Εὐαγγέλιον ὄρθρου, Πέμπτης δ΄ ἑβδ. Μτθ., «Πάντα μοι παρεδόθη» (Μτθ. ια΄ 27-30)· κανόνες, ὁ τῆς Θεοτόκου «῾Υγρὰν διοδεύσας» τῆς μικρᾶς παρακλήσεως καὶ τοῦ ὁσίου οἱ δύο· καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον». Εἰς τὴν λειτουργίαν Ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ ᾠδὴ τοῦ α΄ κανόνος καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ β΄ κανόνος τοῦ ὁσίου.] Κοντάκιον «῾Ο μήτραν παρθενικήν»· ᾿Απόστολος –μετὰ προκειμένου τῆς 20ῆς ᾿Ιαν.– τοῦ ὁσίου, Κυρ. ιε΄ ἐπιστ., «῾Ο Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι» (Β΄ Κορ. δ΄ 6-15)· Εὐαγγέλιον: ὁμοίως, Παρ. β΄ ἑβδ. Λουκᾶ, «῎Εστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ» (Λκ. 6, 17-23)· «῎Αξιόν ἐστι»· κοινωνικὸν «Εἰς μνημόσυνον»· «Εἴδομεν τὸ φῶς», «Πληρωθήτω», «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον» καὶ ἀπόλυσις.
23. † ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ (ΙϚ΄ ΛΟΥΚΑ), ἥτις ἐστὶν ἡ τελευταία τῆς ἀνακυκλήσεως τῶν εὐαγγελικῶν ἀναγνωσμάτων, ἀφ᾿ ἧς ἄρχονται συμψαλλόμενοι οἱ ἐν τῷ λειτουργικῷ βιβλίῳ τοῦ Τριῳδίου περιεχόμενοι ὕμνοι. Κλήμεντος ᾿Αγκύρας († 312), ᾿Αγαθαγγέλου μάρτυρος (†312). ῏Ηχος α’. ῾Εωθινὸν α’. ῎Αρχεται τὸ Τριῴδιον Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ Ψαλτήριον εἰς τὸ «Κύριε, ἐκέκραξα...» ἀναστάσιμα 7 καὶ τὰ 2 ἰδιόμελα τοῦ Τριῳδίου «Μὴ προσευξώμεθα», «Φαρισαῖος κενοδοξίᾳ» εἰς 3, Δόξα, τοῦ Τριῳδίου «Παντοκράτορ Κύριε», Καὶ νῦν, τὸ θεοτοκίον τοῦ ἤχου. Εἴσοδος κ.λπ.· ἀπόστιχα τὰ ἀναστάσιμα, Δόξα, τοῦ Τριῳδίου «Βεβαρημένων τῶν ὀφθαλμῶν μου», Καὶ νῦν, θεοτοκίον «Ναὸς καὶ πύλη». Τὸ ἀναστάσιμον ἀπολυτίκιον (ἐν τῷ ὄρθρῳ δίς μετὰ τοῦ Δόξα), Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον αὐτοῦ. Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «῎Αξιόν ἐστιν», τρισάγιον καὶ ἡ ὑπακοὴ τοῦ ἤχου, «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν «Τὴν τιμιωτέραν...», ἐκτενὴς καὶ ἀπόλυσις. Εἰς τὸν ὄρθρον. ῾Ο ἑξάψαλμος· εἰς τὸ «Θεὸς Κύριος...» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια, τὸ Ψαλτήριον καὶ ὁ ῎Αμωμος. Καθίσματα τὰ ἀναστάσιμα μετὰ τῶν θεοτοκίων. Τὰ εὐλογητάρια. ῾Η ὑπακοή, οἱ ἀνα-βαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου. ῾Η τάξις τοῦ ἑωθινοῦ Εὐαγγελίου –εἰς τὴν συνήθη θέσιν–, ἐν ᾗ, μετὰ τὸν ν΄ ψαλμόν, τὰ ἰδιόμελα Δόξα, «Τῆς μετανοίας», Καὶ νῦν, «Τῆς σωτηρίας», καὶ εἰς τὸν στίχον «᾿Ελέησόν με, ὁ Θεός», «Τὰ πλήθη». Κανόνες, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς 4, καὶ ὁ τοῦ Τριῳδίου μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι». ᾿Απὸ γ΄ ᾠδῆς τὸ κοντάκιον καὶ ὁ οἶκος τῆς ᾿Οκτωήχου, εἶτα τὰ μεσῴδια καθίσματα τοῦ Τριῳδίου. ᾿Αφ᾿ Ϛ΄ ᾠδῆς τὸ κοντάκιον καὶ ὁ οἶκος τοῦ Τριῳδίου, τὸ συναξάριον τῆς ἡμέρας καὶ τὸ ὑπόμνημα τοῦ Τριῳδίου. Μετὰ τὴν πλήρωσιν τῶν κανόνων, καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσ¬σο¬τόκον»· στιχολογοῦμεν «Τὴν τιμιωτέραν...», καὶ ἡ καταβασία «Θεοτόκε ἡ ἐλπίς... ᾿Εν νόμου σκιᾷ καὶ γράμματι»· «῞Αγιος Κύριος», τὸ ἀναστάσιμον ἐξαποστειλάριον, καὶ τὰ τοῦ Τριῳδίου. Εἰς τοὺς αἴνους ἀναστάσιμα 4, καὶ τοῦ Τριῳδίου ἰδιόμελα 4, εἰς τοὺς συνήθεις στίχους τὰ δύο τελευταῖα, Δόξα, τοῦ Τριῳδίου «Ταῖς ἐξ ἔργων καυχήσεσι», Καὶ νῦν, «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία...». Εἰς τὴν λειτουργίαν. Τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ ἐκ τῆς f΄ ᾠδῆς τοῦ κανόνος τοῦ Τριῳδίου τροπάρια 4· εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν...» μετ᾿ ἐφυμνίου «Σῶσον ἡμᾶς... ὁ ἀναστάς»· μετὰ τὴν εἴσοδον τὸ ἀναστάσιμον ἀπολυτίκιον, καὶ τοῦ ναοῦ, κοντάκιον τοῦ Τριῳδίου· ᾿Απόστολος –μετὰ προκειμένου τοῦ ἤχου– Κυρ. λγ΄ ἐπιστολῶν, «Παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ» (Β΄ Τιμ. γ΄ 10-15)· Εὐαγγέλιον Κυρ. ιϚ΄ Λουκᾶ, «῎Ανθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερόν» (Λκ. ιη΄ 10-14)· «῎Αξιόν ἐστιν»· «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς»· «Πληρωθήτω», «Εἴη τὸ ὄνομα Κυρίου», ἀπόλυσις.
25. † Τρίτη. Γρηγορίου ἀρχιεπισκόπου ΚΠόλεως τοῦ Ναζιανζηνοῦ († 390). Ἡ ἀκολουθία ψάλλεται ὡς ἔχει ἐν τῷ Μηναίῳ· τὰ ἰδιόμελα στιχηρὰ τῆς λιτῆς εἰς τὸ μεσονυκτικόν. Εὐαγγέλιον ὄρθρου, 13ης Νοεμβρίου, «᾿Αμὴν λέγω ὑμῖν ὅτι ὁ μὴ εἰσερχόμενος» (᾿Ιω. ι΄ 1-9)· κανόνες, ὁ τῆς Θεοτόκου «῾Υγρὰν διοδεύσας» τῆς μικρᾶς παρακλήσεως καὶ οἱ δύο τοῦ ἱεράρχου, καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον»· εἰς τοὺς αἴνους Δόξα, «Τὴν λύραν τοῦ Πνεύματος», Καὶ νῦν, «῾Αμαρτωλῶν τὰς δεήσεις» (Παρακλ. ἦχος α΄, Δευτέρα ἑσπέρας). Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ ᾠδὴ τοῦ α΄ κανόνος καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ β΄ κανόνος τοῦ μηναίου ἀνὰ 4]. Μετὰ τὴν εἴσοδον, ἀπολυτίκια «῾Ο ποιμενικὸς αὐλὸς» καὶ τοῦ ναοῦ, κοντάκιον «῾Ο μήτραν παρθενικήν»· ᾿Απόστολος –μετὰ τοῦ προκειμένου αὐτοῦ– τοῦ ἱεράρχου, ὃν ζήτει Νοεμβρίου 13ῃ, «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς» (῾Εβρ. ζ΄ 26-η΄ 2)· Εὐαγγέλιον: ὁμοίως, «᾿Εγώ εἰμι ἡ θύρα» (᾿Ιω. ι΄ 9-16)· «῎Αξιόν ἐστιν»· «Εἰς μνημόσυνον».
27. Πέμπτη. ᾿Ιωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κων/πόλεως (ἀνακομιδὴ λειψάνων 438). Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «῾Ο Θεὸς τῶν πατέρων ἡμῶν», κοντάκιον «Τὴν τοῦ βίου θάλασσαν». ῾Η ἀκολουθία ψάλλεται ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν στιχη¬ρὰ (ζήτει ταῦτα τῇ 13ῃ Νοεμ.) εἰς τὸ μεσονυκτικόν· Εὐαγγέλιον ὄρθρου, 13ης Νοεμβρίου, «᾿Αμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ μὴ εἰσερχόμενος» (᾿Ιω. ι΄ 1-9)· κανόνες, ὁ τῆς Θεοτόκου «Χαῖρε, κατάρας παλαιᾶς» καὶ οἱ δύο τοῦ ἁγίου μετὰ τῶν εἱρμῶν, ὡς ἔχουσιν ἐν τῷ Μηναίῳ· καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον». Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ ᾠδὴ τοῦ α΄ κανόνος τοῦ ἱεράρχου καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ β΄ κανόνος ἀνὰ 4]. Κοντάκιον «῾Ο μήτραν παρθενικήν»· ᾿Απόστολος –μετὰ τοῦ προκειμένου αὐτοῦ– τοῦ ἁγίου, 13ης Νοεμβρίου, «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς» (῾Εβρ. ζ΄ 26 - η΄ 2)· Εὐαγγέλιον: ὁμοίως, 13ης Νοεμ-βρίου «᾿Εγώ εἰμι ἡ θύρα» (᾿Ιω. ι΄ 9-16)· «῎Αξιόν ἐστιν», «Εἰς μνημόσυνον», «Εἴδομεν τὸ φῶς», «Πληρωθήτω», «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἀπόλυσις.
29. Σάββατον. ῾Η ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἱερομάρτυρος ᾿Ιγνατίου τοῦ θεοφόρου (†107).
᾿Απόστολος: ἡμέρας, Σάβ. λδ΄ ἑβδ. ἐπ. (Α΄ Τιμ. ϛ Ϛ ΄ 11-16). Εὐαγγέλιον: ἡμέρας, Σάβ. ιζ΄ ἑβδ. Λουκᾶ (Λκ. κ΄ 46 - κα΄ 4).
Σημείωμα περὶ τοῦ Ψυχοσαββάτου
1. ῾Ως Ψυχοσάββατον τοῦ Τριῳδίου ἔχει ὁρισθῆ ἐκ τῆς ᾿Εκκλησίας ἐξ ἀρχαιοτάτων χρόνων τὸ Σάββατον πρὸ τῆς Κυριακῆς τῆς ᾿Απόκρεω, ὅ περ ἐφέτος τυγχάνει τῇ 5ῃ Φεβρουαρίου π.ἡ., ἤτοι ἐντὸς τῶν μεθεόρτων τῆς ῾Υπαπαντῆς. Κατὰ τὴν τάξιν τῶν μονῶν ἐν ῾Αγίῳ Ὄρει καὶ ἀλλαχοῦ, καὶ σύμφωνα μὲ τὸ παλαιότερον Τυπικὸν τοῦ Κωνσταντίνου Πρωτοψάλτου (2α ἔκδοσις, ἐν Κωνσταντινουπόλει 1851), εἰ τύχοι ἡ ἑορτὴ τῆς ῾Υπαπαντῆς τῇ Τετάρτῃ τῆς ᾿Απόκρεω (ὅπως ἐφέτος), «τότε προψάλλεται ἡ ἀκολουθία τῶν ψυχῶν τῷ Σαββάτῳ τοῦ ᾿Ασώτου, ἤτοι τῇ 29ῃ ᾿Ιανουαρίου», δηλαδὴ σήμερον.
2. Πάντως τὸ ἀκολουθούμενον Τυπικὸν τῆς Μεγάλης ᾿Εκκλησίας (ΤΜΕ) (ἐν Κωνσταντινουπόλει 1888) δὲν προβλέπει τοιαύτην μετάθεσιν εἰς τὸ τυπικὸν τῆς 2ας Φεβρουαρίου, κεφάλαιον «Διάφοροι περιπτώσεις τῆς ἀποδόσεως τῆς ἑορτῆς», περίπτωσις γ΄. Μάλιστα εἰς τὴν περίπτωσιν β΄ τοῦ ἰδίου κεφαλαίου τὸ ΤΜΕ γράφει ὅτι «ἡ ἀκολουθία τῶν Ψυχῶν οὐ μετατίθεται διὰ τὴν ᾿Απόδοσιν τῆς ἑορτῆς, ἀλλὰ ψάλλεται ἀμεταθέτως ἐν τῷ αὐτῷ τῶν Ψυχῶν Σαββάτῳ, κατὰ τὴν ἐν τῷ Τριῳδίῳ διάταξιν». ᾿Εκ τούτου συμπεραίνεται ὅτι κατὰ τὸν συντάκτην τοῦ ΤΜΕ, ἀφοῦ δὲν μετατίθεται τὸ Ψυχοσάββατον λόγῳ τῆς ἀποδόσεως τῆς ἑορτῆς, πολὺ περισσότερον δὲν μετατίθεται λόγῳ τῶν μεθεόρτων αὐτῆς. Διὰ τοῦτο τὸ Πατριαρχεῖον ᾿Ιεροσολύμων ὁρίζει δι᾿ ἐφέτος τὸ Ψυχοσάββατον εἰς τὴν θέσιν αὐτοῦ 5ην Φεβρουαρίου, τὴν ὁποίαν τάξιν ἀκολουθοῦμεν καὶ ἡμεῖς ἐνταῦθα.
3. ᾿Επειδὴ τόσον τὸ ΤΜΕ ὅσον καὶ ὅλα τὰ παλαιὰ τυπικὰ ὁρίζουν εἰς πάσας τὰς περιπτώσεις νὰ ψάλλεται ἡ ἀκολουθία τοῦ Ψυχοσαββάτου «κατὰ τὴν ἐν τῷ Τριῳδίῳ διάταξιν» (βλέπε προηγουμένην §2), ἤτοι ανεπίμικτος πάσης ἄλλης ἑορτίου ἢ μεθεόρτου ἀκολουθίας ἢ μνήμης ἁγίου ἐντὸς ἢ ἐκτὸς μηναίου, ἕπεται ὅτι κατὰ τὴν 5ην φεβρουαρίου καταλιμπάνεται ἡ ἀκολουθία τοῦ μηναίου καὶ τὰ μεθέορτα (ὅρα καὶ π. Κων/νου Παπαγιάννη, Σύστημα Τυπικοῦ, §781).
4. Εἰς τὰς ἐκκλησίας εἰς τὰς ὁποίας θὰ ψαλῇ τὸ Ψυχοσάββατον σήμερον, θὰ ἀκολουθηθῇ ἡ τάξις ἡ ἀναγραφομένη εἰς τὴν 5ην Φεβρουαρίου, ἀλλὰ μὲ τὰ νεκρώσιμα τοῦ α΄ ἤχου. Ὄθεν εἰς τὰ ἀπόστιοχα τοῦ ἑσπερινοῦ θὰ εἶναι ὀρθότερον νὰ ψαλοῦν ἓν μαρτυρικὸν καὶ δύο νεκρώσιμα, ὡς ἑξῆς.
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν ἁγίων καὶ τῆς θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Στίχος. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; πάντα σκιᾶς ἀσθενέστερα πάντα ὀνείρων ἀπατηλότερα· μιᾷ ῥοπῇ, καὶ ταῦτα πάντα θάνατος διαδέχεται· ἀλλ᾿ ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος.
Στίχος. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ἔργῳ σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις, λόγῳ Λόγε Λάζαρον ἐκ νεκρῶν ἐξανέστησας· τότε μοχλοὶ ἐσαλεύθησαν, πύλαι δὲ ᾅδου συνεταράχθησαν· τότε ὕπνος ὁ τῶν ἀνθρώπων θάνατος ἀπεδείκνυτο· ἀλλ᾿ ὁ εἰς τὸ σῶσαί σου τὸ πλαστούργημα, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος.
30. † ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ (ΙΖ΄ ΛΟΥΚΑ). † Τῶν τριῶν ἱεραρχῶν Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Ναζιανζηνοῦ καὶ ᾿Ιωάννου τοῦ Χρυσοστόμου· ῾Ιππολύτου ἱερομάρτυρος. ῏Ηχος β’, ἑωθινόν β’. Εἰς τὴν θ’. ᾿Απολυτίκιον «Καὶ τρόπων μέτοχος»· κοντάκιον «᾿Εξ ἑῴας σήμερον ἐξανατείλας». Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ Ψαλτήριον, εἰς τὸ «Κύριε, ἐκέκραξα» ἀναστάσιμα 4, τοῦ τριῳδίου ἰδιόμελα 2 καὶ τῶν ἁγίων προσόμοια 4, Δόξα, τὸ ἰδιόμελον τοῦ τριῳδίου, Καὶ νῦν, «Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου»· εἴσοδος κ.λπ. καὶ τὰ ἀναγνώσματα ὡς ἐν τῷ Μηναίῳ· ἀπόστιχα τὰ ἀναστάσιμα, Δόξα, τῶν ἁγίων «Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων», Καὶ νῦν, τοῦ τριῳδίου «Βεβαρημένων τῶν ὀφθαλμῶν μου»· ἀπολυτίκια «῞Οτε κατῆλθες», Δόξα, «Τοὺς τρεῖς μεγίστους φωστῆρας», Καὶ νῦν, «Τοῦ Γαβριὴλ φθεγξαμένου σοι». Εἰς τὸ ἀπόδειπνον μετὰ τὸ «Πιστεύω» ψάλλεται ἡ ἀκολουθία τοῦ ἱερομάρτυρος ῾Ιππολύτου (30 ᾿Ιανουαρίου). Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν’ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου «Τὴν τριττὴν καὶ μίαν ἀρχικήν», τὰ διὰ τὴν λιτὴν στιχηρὰ τῶν ἁγίων, τὰ τριαδικὰ «῎Αξιόν ἐστι», τρισάγιον καὶ ἀπολυτίκιον τῶν ἁγίων «῾Ως τῶν ἀποστόλων ὁμότροποι»· «Κύριε, ἐλέησον» (μ’), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», ἐκτενὴς καὶ ἀπόλυσις. Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια ὡς εἰς τὸν ἑσπερινόν. Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος. Καθίσματα εἰς τὴν α’ καὶ β’ στιχολογίαν ἀνὰ ἓν ἀναστάσιμον καὶ τὸ τῶν ἁγίων μετὰ τοῦ θεοτοκίου, εἰς δὲ τὴν γ’ τὰ τῶν ἁγίων μετὰ τοῦ θεοτοκίου· τὰ εὐλογητάρια (κατ᾿ ἀπαίτησιν τοῦ ΤΜΕ)· ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου. ῾Η τάξις τοῦ ἑωθινοῦ (β’) Εὐαγγελίου –εἰς τὴν συνήθη θέσιν–. Κανόνες, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς 4 (οἱ εἱρμοὶ ἄνευ στίχου, τὰ τροπάρια μετὰ στίχου «Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε», καὶ τὸ θεοτοκίον μετὰ στίχου «῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς»), τοῦ τριῳδίου μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι», καὶ εἷς τῶν ἁγίων ἄνευ εἱρμῶν μετὰ στίχου «῞Αγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν», εἰς δὲ τὰ δύο τελευταῖα τροπάρια ἑκάστης ᾠδῆς Δόξα, Καὶ νῦν· ἀπὸ γ’ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου· εἶτα τὸ μεσῴδιον κάθισμα τοῦ τριῳδίου «᾿Αγκάλας πατρικὰς» καὶ τὰ μεσῴδια καθίσματα τῶν ἁγίων μετὰ τοῦ θεοτοκίου· ἀφ᾿ Ϛ’ τὸ κοντάκιον τῶν ἁγίων μετὰ τοῦ οἴκου, τὸ μηνολόγιον καὶ τὸ ὑπόμνημα τῆς Κυριακῆς· μετὰ τὴν πλήρωσιν τῆς η’ ᾠδῆς καταβασίαι «Χέρσον ἀβυσσοτόκον», «Τὴν τιμιωτέραν» εἰς ἦχον β’ εἱρμολογικόν, ἀκολούθως ἡ θ’ ᾠδὴ τῶν τριῶν κανόνων (τοῦ ἀναστασίμου, τοῦ Τριῳδίου, καὶ τῶν ἁγίων) καὶ ὁ εἱρμὸς «Θεοτόκε ἡ ἐλπίς... ᾿Εν νόμου σκιᾷ καὶ γράμματι»· «῞Αγιος Κύριος» καὶ ἐξαποστειλάρια, τὸ β’ ἀναστάσιμον «Τὸν λίθον θεωρήσασαι», τὸ τοῦ τριῳδίου, τὸ β’ τῶν ἁγίων καὶ τὸ θεοτοκίον αὐτῶν· εἰς τοὺς αἴνους στιχηρὰ ἀναστάσιμα 3, τοῦ τριῳδίου ἰδιόμελα 2 (οἷα βούλει), καὶ τῶν ἁγίων προσόμοια 3 (καταλιμπανομένου τοῦ 4ου), Δόξα, τοῦ τριῳδίου «Πάτερ ἀγαθέ», [εἰς τοὺς ναοὺς τῶν Τριῶν ῾Ιεραρχῶν ψάλλονται στιχηρὰ τῶν αἴνων 3 ἀναστάσιμα, 3 τοῦ τριῳδίου καὶ 2 τῶν ἁγίων, Δόξα, τῶν ἁγίων «Σήμερον αἱ ψυχαὶ τῶν γηγενῶν»], Καὶ νῦν, «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία». Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς τροπάρια τοῦ ἤχου 4, (ἡ γ’ ᾠδὴ τοῦ τριῳδίου) καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ ψαλέντος εἰς τὸν ὄρθρον κανόνος τῶν ἁγίων ἀνὰ 4]. Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «῞Οτε κατῆλθες», «Τοὺς τρεῖς μεγίστους» καὶ τὸ τοῦ ναοῦ, κοντάκια «Τῆς πατρῴας δόξης σου» καὶ «῾Ο μήτραν παρθενικήν»· ᾿Απόστολος –μετὰ προκειμένου τῆς 30ῆς ᾿Ιαν.– τῶν ἁγίων, ζήτει ᾿Ιαν. 18, «Μνημονεύετε τῶν ἡγουμένων» (῾Εβρ. ιγ’ 7-16)· Εὐαγγέλιον Κυρ. ιζ΄ Λουκᾶ, «῎Ανθρωπός τις εἶχε δύο υἱούς» (Λκ. ιε΄ 11-32)· «῎Αξιόν ἐστι»· κοινωνικὸν «Εἰς πᾶσαν τὴν γῆν»· «Εἴδομεν τὸ φῶς» καὶ ἀπόλυσις.
|