| Φεβρουάριος 2012 |
|
|
|
| Συντάχθηκε απο τον/την Δραγανίγος |
| Σάββατο, 04 Φεβρουάριος 2012 14:11 |
|
www.typikon.gr
Τυπικὸν δι᾿ ἐνοριακὴν χρῆσιν (βάσει τοῦ Τυπικοῦ Βιολάκη, τοῦ Τυπικοῦ τοῦ πρωτοψάλτου Κωνσταντίνου, καὶ ἄλλων τυπικῶν παλαιῶν καὶ νέων)
ΤΥΠΙΚΟΝ ΙΟΥΛΙΑΝΟΥ (ΠΑΛΑΙΟΥ) ΕΟΡΤΟΛΟΓΙΟΥ
ΦΕΒΡΟΥΑΡΙΟΣ 2012 ἔχων ἡμέρας εἴκοσι καὶ ἐννέα
1. Τρίτη τῆς ἀπόκρεω. Προεόρτια ῾Υπαπαντῆς, Τρύφωνος μάρτυρος (†250).
Ι ῾Η συνήθης τάξις
Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὴν στιχολογίαν τοῦ ἐνδιατάκτου καθίσματος τοῦ ψαλτηρίου, εἰς τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους Ϛ´ καὶ ψάλλομεν προεόρτια γ´ καὶ τοῦ ἁγίου γ´, Δόξα, τοῦ ἁγίου «Ὑπερφρονήσας τῶν τῇδε γεηρῶν», Καὶ νῦν, προεόρτιον «Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις». Ἀπόστιχα τὰ προεόρτια, Δόξα, Καὶ νῦν, ἰδιόμελον προεόρτιον. Ἀπολυτίκια «Ὁ μάρτυς σου Κύριε», Δόξα, Καὶ νῦν, «Οὐράνιος χορός». [Εἰς τὸ ἀπόδειπνον. Κανόνα καὶ οἴκους τῆς Θεοτόκου οὐ λέγομεν, εἰς δὲ τὸ τρισάγιον τὸ κοντάκιον τοῦ ἁγίου «Τριαδικῇ στερρότητι».] Εἰς τὸ μεσονυκτικόν (τὸ καθ᾽ ἡμέραν). Εἰς τὸ β´ τρισάγιον τὸ προεόρτιον ἀπολυτίκιον, εἰς δὲ τὸ γ´ τρισάγιον τὰ συνήθη τοῦ μεσονυκτικοῦ τροπάρια. Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Ὁ μάρτυς σου Κύριε», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Οὐράνιος χορός». Μετὰ τὴν α´ στιχολογίαν, κάθισμα προεόρτιον, Δόξα, Καὶ νῦν, τὸ αὐτό. Μετὰ τὴν β´ στιχολογίαν, ὡσαύτως. Ὁ ν´ ψαλμὸς χῦμα καὶ οἱ κανόνες τοῦ μηναίου μόνον (ὁ μὲν προεόρτιος μετὰ τῶν εἱρμῶν, ὁ δὲ τοῦ μάρτυρος ἄνευ εἱρμῶν). Μετὰ τὴν γ´ ᾠδὴν ὁ εἱρμὸς «Σὺ εἶ τὸ στερέωμα», καὶ αἴτησις. Τὸ προεόρτιον κοντάκιον, ἦχος δ΄, πρὸς τὸ «᾿Επεφάνης σήμερον» «῾Ως ἀγκάλας σήμερον, πιστοὶ καρδίας, ἐφαπλοῦντες δέξασθε, καθαρωτάτῳ λογισμῷ, ἐπιδημοῦντα τὸν Κύριον, προεορτίους αἰνέσεις προσᾴδοντες»· καὶ εὐθὺς ἐκ τοῦ μηναίου τὸ κάθισμα τοῦ ἁγίου, Δόξα, Καὶ νῦν, τὸ προεόρτιον. Μετὰ τὴν Ϛ΄ ᾠδὴν ὁ εἱρμὸς «Ἱλάσθητί μοι σωτήρ», καὶ αἴτησις. Τὸ κοντάκιον καὶ ὁ οἶκος τοῦ ἁγίου. Μετὰ τὴν πλήρωσιν τῶν κανόνων ὁ εἱρμὸς τῆς η´ ᾠδῆς «Ἑπταπλασίως κάμινον», «Τὴν τιμιωτέραν», ὁ εἱρμὸς τῆς θ΄ ᾠδῆς «Σὲ τὴν ἀπειρόγαμον» καὶ τὸ «Ἄξιον ἐστίν». Ἐξαποστειλάρια τοῦ ἁγίου καὶ προεόρτιον. ῾Η μικρὰ δοξολογία χῦμα. Ἀπόστιχα τῶν αἴνων τὰ προεόρτια, Δόξα, Καὶ νῦν, ἰδιόμελον προεόρτιον. Ἀπολυτίκιον τὸ προεόρτιον «Οὐράνιος χορός». Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα (ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἱστῶμεν στίχους η´ καί ψάλλομεν τὴν γ´ καὶ τὴν Ϛ΄ ᾠδὴν τοῦ προεορτίου κανόνος ἄνευ τῶν εἱρμῶν εἰς η´). Μετὰ τὴν εἴσοδον, ἀπολυτίκια τὸ προεόρτιον «Οὐράνιος χορός», τοῦ μάρτυρος «῾Ο μάρτυς σου, Κύριε» καὶ τοῦ ναοῦ, κοντάκιον τῆς παραμονῆς τῆς ἑορτῆς, ἦχος δ΄, πρὸς τὸ «᾿Επεφάνης σήμερον» «῾Ως ἀγκάλας σήμερον, πιστοὶ καρδίας, ἐφαπλοῦντες δέξασθε, καθαρωτάτῳ λογισμῷ, ἐπιδημοῦντα τὸν Κύριον, προεορτίους αἰνέσεις προσᾴδοντες». Προκείμενον τῆς ἡμέρας. ᾿Απόστολος: ἡμέρας, Τρίτης λε΄ ἑβδομάδος ἐπιστολῶν· Εὐαγγέλιον: Τρίτης ἑβδομάδος ᾿Απόκρεω (Μρ. ιγ΄ 9-13)· κοινωνικὸν τῆς ἡμέρας.
ΙΙ Εἰς τοὺς γεραίροντας τὸν ἅγιον Τρύφωνα ναοὺς ἡ ἑορτάσιμος αὐτοῦ ἀκολουθία (ἥ τις εὑρίσκεται ἐν ἰδιαιτέρᾳ φυλλάδι) συμψάλλεται μετὰ τῶν προεορτίων, ὡς ἑξῆς.
Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὴν στιχολογίαν τοῦ ἐνδιατάκτου καθίσματος τοῦ ψαλτηρίου, εἰς τὸ «Κύριε ἐκέκραξα» στιχηρὰ προσόµοια προεόρτια «῾Η σεπτὴ εὐτρεπίζεται» 3 καὶ τοῦ µάρτυρος ἕτερα 3 «Τρύφων παναοίδιµε τρυφῆς» κ.λπ., Δόξα, τοῦ ἁγίου «῾Υπερφρονήσας τῶν τῇδε», Καὶ νῦν, προεόρτιον, «Σήµερον Συµεών». Εἴσοδος, «Φῶς ἱλαρὸν» καὶ τὸ προκείµενον τῆς ἡµέρας. [Εἰ βούλει εἰπεῖν ἀναγνώσµατα, ζήτει ταῦτα τῇ 10ῃ Φεβρουαρίου]. Εἰς τὸν στίχον στιχηρὰ προσόµοια τοῦ ἁγίου «Τῶν δωρεῶν ἠξιώθης» μετὰ στίχων εἰς μὲν τὸ β΄ «Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται», εἰς δὲ τὸ γ΄ «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυµάστωσεν ὁ Κύριος», Δόξα, τοῦ ἁγίου «Δεῦτε φιλοµάρτυρες», Καὶ νῦν, προεόρτιον ὁμόηχον «Σήµερον ἡ ἱερὰ μήτηρ» [ἢ τὸ τοῦ μηναίου «Τὸν ἱερὸν ἡ ἱερὰ παρθένος»]. «Νῦν ἀπολύεις», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκια τὸ τοῦ µάρτυρος «Τρυφῆς τῆς θείας», Δόξα, Καὶ νῦν, τὸ προεόρτιον «Οὐράνιος χορός», καὶ ἀπόλυσις. Εἰς τὸν ὄρθρον. ῾Ο ἑξάψαλµος· εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια τὸ τοῦ µάρτυρος «Τρυφῆς τῆς θείας», Δόξα, τὸ αὐτό, Καὶ νῦν, τὸ προεόρτιον «Οὐράνιος χορός». Καθίσµατα τὰ τῶν τριῶν στιχολογιῶν τοῦ ἁγίου, ἀλλ᾿ εἰς τὸ Καὶ νῦν ἀντὶ θεοτοκίων ψάλλονται προεόρτια. Τὸ α΄ ἀντίφωνον τῶν ἀναβαθµῶν τοῦ δ΄ ἤχου, τὸ προκείµενον «Δίκαιος ὡς φοίνιξ ἀνθήσει» μετὰ τοῦ στίχου αὐτοῦ καὶ ἡ λοιπὴ τάξις τοῦ Εὐαγγελίου τοῦ ὄρθρου, ἐν ᾗ Εὐαγγέλιον «Προσέχετε ἀπὸ τῶν ἀνθρώπων» (Λουκ. κα΄ 12-19), ὅ ζήτει τῇ Τρίτῃ τῆς ιβ΄ ἑβδ. Λουκᾶ. ῾Ο ν΄ ψαλµὸς (χῦµα), Δόξα, «Ταῖς τοῦ ἀθλοφόρου», Καὶ νῦν, «Ταῖς τῆς Θεοτόκου», καὶ τὸ ἰδιόµελον «Τὰ ἴχνη τῶν σεβασµίων σου ποδῶν». Εἶτα τὸ «Σῶσον, ὁ Θεός, τὸν λαόν σου», καὶ οἱ κανόνες ἐκ τοῦ μηναίου, ὅ τε προεόρτιος (µετὰ τῶν εἱρµῶν καὶ µετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡµῶν, δόξα σοι») καὶ ὁ τοῦ µάρτυρος (ἄνευ εἱρμῶν). ᾿Απὸ γ΄ ᾠδῆς, τὸ προεόρτιον κοντάκιον, ἦχος δ΄, πρὸς τὸ «᾿Επεφάνης σήμερον» «῾Ως ἀγκάλας σήμερον, πιστοὶ καρδίας, ἐφαπλοῦντες δέξασθε, καθαρωτάτῳ λογισμῷ, ἐπιδημοῦντα τὸν Κύριον, προεορτίους αἰνέσεις προσᾴδοντες»· καὶ εὐθὺς τὰ µεσῴδια καθίσµατα τοῦ μηναίου «Τῶν πόνων µακάριε», Δόξα, Καὶ νῦν, προεόρτιον «Θησαυρὲ τῶν αἰώνων». ᾿Αφ' Ϛ΄ τὸ κοντάκιον, ὁ οἶκος τοῦ ἁγίου καὶ τὸ συναξάριον τῆς ἡμέρας. Μετὰ τὴν πλήρωσιν τῶν κανόνων καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον»· «Τὴν τιµιωτέραν», «᾿Εν νόµου σκιᾷ καὶ γράµµατι». ᾿Εξαποστειλάρια τοῦ μηναίου, τοῦ µάρτυρος «Τρυφῆς κατεµφορούµενος» καὶ τὸ προεόρτιον «Τὸν παῖδα προσκοµίσασα». Εἰς τοὺς αἴνους, στιχηρὰ Προσόµοια τοῦ ἁγίου 4 «Τῶν οὐρανίων τὰ κάλλη» κ.λπ., Δόξα, «Σαλπίσωµεν ἐν σάλπιγγι», Καὶ νῦν, προεόρτιον ὁμόηχον «᾿Ερευνᾶτε τὰς γραφάς» [ἢ τὸ τοῦ μηναίου «῾Ο κτίστης οὐρανοῦ»]. Δοξολογία µεγάλη καὶ τὸ προεόρτιον ἀπολυτίκιον «Οὐράνιος χορός». Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ ᾠδὴ τοῦ προεορτίου κανόνος καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ μάρτυρος ἀνὰ 4]. Εἰσοδικὸν «Δεῦτε προσκυνήσωµεν... ὁ ἐν ἁγίοις θαυμαστός». Μετὰ τὴν εἴσοδον ἀπολυτίκια, τὸ προεόρτιον «Οὐράνιος χορός», τοῦ µάρτυρος «Τρυφῆς τῆς θείας» καὶ τὸ τοῦ ναοῦ. Κοντάκιον τῆς παραμονῆς τῆς ἑορτῆς, ἦχος δ΄, πρὸς τὸ «᾿Επεφάνης σήμερον» «῾Ως ἀγκάλας σήμερον, πιστοὶ καρδίας, ἐφαπλοῦντες δέξασθε, καθαρωτάτῳ λογισμῷ, ἐπιδημοῦντα τὸν Κύριον, προεορτίους αἰνέσεις προσᾴδοντες». Ἀπόστολος τοῦ ἁγίου, ὃν ζήτει τῇ 2ᾳ Σεπτεµβρίου, «Οἴδαµεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεόν» (῾Ρωµ. η΄ 28-39), Εὐαγγέλιον ὁµοίως, ὃ ζήτει Σαβ. ι΄ ἑβδ. Λουκᾶ, «᾿Ιδοὺ δίδωµι ὑµῖν» (Λουκ. ι΄ 19-21). Κοινωνικὸν «Εἰς µνηµόσυνον».
Σημείωσις. ᾿Απὸ σήμερον μέχρι τῆς 10ης τοῦ μηνὸς Φεβρουαρίου, πλὴν τῶν Κυριακῶν, Παρακλητικὴ οὐ ψάλλεται.
2. Τετάρτη τῆς ἀπόκρεω, ἐν ᾗ ΤΗΝ ΘΕΙΑΝ ΥΠΑΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ἑορτάζομεν, ὅτε ἐδέξατο αὐτὸν σαρκὶ Συμεὼν ὁ πρεσβύτης ἐν ταῖς ἀγκάλαις αὐτοῦ. Εἰς τὴν θ΄. ᾿Απολυτίκια «Οὐράνιος χορός», Δόξα, «῾Ο μάρτυς σου, Κύριε»· κοντάκιον «῾Ως ἀγκάλας σήμερον». Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὴν α΄ στάσιν τοῦ Ψαλτηρίου, εἰς τὸ «Κύριε, ἐκέκραξα» τὰ 3 ἰδιόμελα εἰς 6, Δόξα, Καὶ νῦν, ὡς ἐν τῷ Μηναίῳ· εἴσοδος κ.λπ. καὶ τὰ ἀναγνώσματα· ἀπόστιχα τῆς ἑορτῆς μὲ στίχους εἰς τὰ δύο τελευταῖα· α) «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν»· β) «Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ», Δόξα, Καὶ νῦν, ὡς ἐν τῷ Μηναίῳ· ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη» (γ΄)· ἀπόλυσις «῾Ο ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν». Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν τὰ διὰ τὴν λιτὴν στιχηρὰ τῆς ἑορτῆς, ὡς ἔχουσιν ἐν τῷ Μηναίῳ, τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη»· «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», ἐκτενὴς καὶ ἀπόλυσις. Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη» τρίς· τὰ καθίσματα τῆς ἑορτῆς, ὡς ἐν τῷ Μηναίῳ· οἱ ἀναβαθμοὶ «᾿Εκ νεότητός μου» καὶ τὸ προκείμενον τῆς ἑορτῆς «Μνησθήσομαι τοῦ ὀνόματός σου»· «Πᾶσα πνοὴ» καὶ τὸ Εὐαγγέλιον τῆς ἑορτῆς, ὃ ζήτει Φεβρ. 2, «῏Ην ἄνθρωπος ἐν ᾿Ιερουσαλήμ» (Λκ. β΄ 25-32)· ὁ ν΄ χῦμα, Δόξα, «Ταῖς τῆς Θεοτόκου», Καὶ νῦν, τὸ αὐτό, καὶ τὸ ἰδιόμελον «᾿Ανοιγέσθω ἡ πύλη»· ὁ κανὼν τῆς ἑορτῆς εἰς 6, ἄνευ στίχου, εἰς δὲ τὰ δύο τελευταῖα τροπάρια ἑκάστης ᾠδῆς Δόξα, Καὶ νῦν· μετὰ τὴν πλήρωσιν τῆς η΄ ᾠδῆς, καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον»· (ἀντὶ τοῦ «Τὴν τιμιωτέραν») εἰς τὴν θ΄ ᾠδὴν τὰ μεγαλυνάρια «᾿Ακατάληπτόν ἐστι» μέχρι τοῦ «Κατελθόντ᾿ ἐξ οὐρανοῦ», ἀπὸ δὲ τοῦ «Λάμπρυνόν μου τὴν ψυχὴν» συμψάλλονται καὶ τὰ τροπάρια τῆς θ΄ ᾠδῆς (ὁ εἱρμὸς καὶ τὸ α΄ τροπάριον δίς), εἶτα ὁ εἱρμὸς «Θεοτόκε, ἡ ἐλπίς... ᾿Εν νόμου σκιᾷ»· τὸ ἐξαποστειλάριον τρίς, οἱ αἶνοι, Δόξα, Καὶ νῦν, ὡς ἐν τῷ Μηναίῳ· δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη». Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα τῆς ἑορτῆς, ὡς ἐν τῷ Μηναίῳ [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ καὶ ἡ Ϛ΄ ᾠδὴ τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν εἰς η΄]· εἰσοδικὸν «᾿Εγνώρισε Κύριος... Σῶσον ἡμᾶς... ὁ ἐν ἀγκάλαις»· μετὰ τὴν εἴσοδον ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη» καὶ κοντάκιον «῾Ο μήτραν παρθενικήν»· τρισάγιον· ᾿Απόστολος –μετὰ τοῦ προκειμένου αὐτοῦ– τῆς ἑορτῆς, 2 Φεβρ., «Χωρὶς πάσης ἀντιλογίας» (῾Εβρ. ζ΄ 7-17)· Εὐαγγέλιον: ὁμοίως, «᾿Ανήγαγον οἱ γονεῖς τὸ παιδίον ᾿Ιησοῦν» (Λκ. β΄ 22-40)· εἰς τὸ ᾿Εξαιρέτως «Θεοτόκε, ἡ ἐλπίς... ᾿Εν νόμου σκιᾷ καὶ γράμματι»· κοινωνικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς»· «Εἴη τὸ ὄνομα»· εὐχὴ ἀπολύσεως ὡς ἐν τῷ ἑσπερινῷ.
5. † Ψυχοσάββατον, καθ᾿ ὃ μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων ὀρθοδόξων χριστιανῶν, πατέρων καὶ ἀδελφῶν ἡμῶν. ᾿Αγάθης μάρτυρος (†251). (Τὰ σχετικὰ τοῦ β΄ ἤχου μαρτυρικά, καθίσματα κ.λπ. ζήτει ἐν τέλει τοῦ Τριῳδίου, εἰς τὰ «Στιχηρὰ καὶ καθίσματα... κατ᾿ ἦχον ψαλλόμενα καθ᾿ ὅλην τὴν... τεσσαρακοστήν») Εἴδησις. Περὶ τῆς σήμερον τελουμένης ἀκολουθίας ὅρα τὸ σχετικὸν σημείωμα τῆς 29ης ᾿Ιανουαρίου. Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακόν [καὶ τὸ ιη΄ κάθισμα τοῦ Ψαλτηρίου], εἰς τὸ «Κύριε, ἐκέκραξα» εἰς στίχους 6, ἑσπέρια μαρτυρικὰ τοῦ (β΄) ἤχου 3, «Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν» καὶ λοιπά, καὶ προσόμοια τῶν κεκοιμημένων 3 (ἐκ τοῦ Τριῳδίου, Σάβ. πρὸ τῆς ᾿Απόκρεω) «Τῶν ἀπ᾿ αἰῶνος σήμερον» κ.λπ., Δόξα, τὸ ἰδιόμελον «Θρηνῶ καὶ ὀδύρομαι», Καὶ νῦν, τὸ α΄ θεοτοκίον τοῦ (β΄) ἤχου· ἄνευ εἰσόδου «Φῶς ἱλαρὸν» καί, ἀντὶ τοῦ προκειμένου τῆς ἡμέρας, εἰς ἦχον πλ. δ΄ τὸ «᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια» ἐκ τρίτου, εἰς στίχους τὸ μὲν β΄ «Μακάριοι οὓς ἐξελέξω», τὸ δὲ γ΄ «Καὶ τὸ μνημόσυνον αὐτῶν»· εἶτα εὐθὺς τὸ «Καταξίωσον» κ.τ.λ. ὡς συνήθως· εἰς τὰ ἀπόστιχα[1] [τὰ 4 μαρτυρικὰ τοῦ β΄ ἤχου, ἤτοι· α) ἄνευ στίχου «῾Υπὲρ Χριστοῦ παθόντες...», β) μὲ στίχον «Θαυμαστὸς ὁ Θεός...», «Τὸν σταυρὸν τοῦ Χριστοῦ...», γ) μὲ στίχον «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ...», «Τῶν ἁγίων σου τὰ πλήθη», δ) μὲ στίχον «᾿Εκέκραξαν οἱ δίκαιοι...», «Πᾶσα πόλις καὶ χώρα...», (ζήτει ταῦτα ἐν τέλει τοῦ Τριῳδίου τῷ Σαββάτῳ πρωὶ εἰς τοὺς αἴνους, ἦχος β΄),] Δόξα, «᾿Αρχή μοι καὶ ὑπόστασις», Καὶ νῦν, τὸ θεοτοκίον «Πρεσβείαις τῆς τεκούσης σε». Mετὰ τὸ «Νῦν ἀπολύεις» (οὗ ἀναγινωσκομένου ἐξέρχεται εἰς τὰ βημόθυρα ὁ ἱερεὺς φέρων ἐπιτραχήλιον, ἔνθα καὶ παραμένει μέχρι τῆς ἀπολύσεως τῆς ἀκολουθίας) οἱ χοροὶ ψάλλουσι τὸν νεκρώσιμον κανόνα τοῦ πλ. β΄ ἤχου «᾿Εν οὐρανίοις θαλάμοις» ἄνευ τῶν εἱρμῶν εἰς τὰ ἑξῆς προΰμνια καὶ στίχους: τὸ 1ον τροπάριον ἑκάστης ᾠδῆς εἰς τὸ «Πρεσβείαις τῶν μαρτύρων σου, Χριστὲ ὁ Θεός, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου»· τὸ 2ον τροπάριον εἰς τὸ «Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται»· τὸ 3ον τροπ. εἰς τὸ «Δόξα Πατρί»· τὸ 4ον τροπάριον εἰς τὸ «Καὶ νῦν καὶ ἀεί»· μετὰ τὴν θ΄ ᾠδὴν ὁ εἱρμὸς αὐτῆς «Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον» ἄνευ στίχου· εἶτα τρισάγιον κ.λπ., τὸ ἀπολυτίκιον «῾Ο βάθει σοφίας», Δόξα, τὸ ἀκροτελεύτιον αὐτοῦ «᾿Εν σοὶ γὰρ τὴν ἐλπίδα», Καὶ νῦν, θεοτοκίον «Σὲ καὶ τεῖχος», ὡς ἐν τῷ Τριῳδίῳ· ἡ ἐκτενὴς «᾿Ελέησον ἡμᾶς, ὁ Θεός», καὶ μετὰ τὴν ἐκφώνησιν «Ὅτι ἐλεήμων» ψάλλονται τὰ τροπάρια «Μετὰ πνευμάτων», «Εἰς τὴν κατάπαυσίν σου», Δόξα, «Σὺ εἶ ὁ Θεὸς ἡμῶν», Καὶ νῦν, «῾Η μόνη ἁγνή», μεθ᾿ ἃ ὁ ἱερεὺς ἱστάμενος πρὸ τῆς εἰκόνος τοῦ δεσπότου Χριστοῦ, κάτωθι τῆς ὁποίας εὑρίσκονται τὰ ὑπὲρ τῶν ἀποιχομένων κόλλυβα, ἐκφωνεῖ τὸ μνημόσυνον τῶν κεκοιμημένων ὡς ἑξῆς: «᾿Ελέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον»· ὁ χορὸς «Κύριε, ἐλέησον» γ΄. «῎Ετι δεόμεθα ὑπὲρ αἰωνίου μνήμης καὶ μακαρίας ἀναπαύσεως πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν, ἐκ τῶν ἀπ᾿ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον»· ὁ χορὸς «Κύριε, ἐλέησον» γ΄ χῦμα. «Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται»· ὁ χορὸς «Κύριε, ἐλέησον» γ΄ χῦμα. «Τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὑτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα»· ὁ χορὸς «Παράσχου, Κύριε»· ὁ ἱερεὺς «Τοῦ Κυρίου δεηθῶμεν», ὁ χορὸς «Κύριε, ἐλέησον» ἅπαξ. ῾Ο ἱερεὺς τὴν εὐχήν: «῾Ο Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν διάβολον καταπατήσας τὸν δὲ θάνατον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, μοναχῶν καὶ πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· πᾶν ἁμάρτημα τὸ παρ᾿ αὐτῶν πραχθέν, ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ λόγος σου ἀλήθεια· ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί...» ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη αὐτῶν» ἐκ τρίτου. Εἶτα ὁ ἱερεὺς «Σοφία»· «῾Ο ὢν εὐλογητὸς» κ.λπ. καὶ ἐκφωνεῖ τὴν συνήθη εὐχὴν τῆς ἀπολύσεως. Εἰς τὸ ἀπόδειπνον. Μετὰ τὸ «Πιστεύω» ψάλλεται ἡ ἀκολουθία τοῦ μηναίου (5 Φεβρουαρίου). Εἰς τὸ μεσονυκτικὸν τοῦ Σαββάτου μετὰ τὸ «Τὴν πᾶσαν ἐλπίδα μου», ἀντὶ τῶν κατανυκτικῶν τροπαρίων «᾿Ελέησον ἡμᾶς, Κύριε» κ.λπ., τὸ ἀπολυτίκιον «῾Ο βάθει σοφίας». Εἰς τὸν ὄρθρον. ᾿Αντὶ τοῦ «Θεὸς Κύριος» ψάλλεται ἐξ ὑπαμοιβῆς εἰς ἦχον πλ. δ΄ τὸ «᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια» τετράκις, δὶς ἄνευ στίχου καὶ δὶς ἐφύμνιον τῶν στίχων «Μακάριοι οὓς ἐξελέξω», «Καὶ τὸ μνημόσυνον αὐτῶν», μεθ᾿ ὃ τὸ ἀπολυτίκιον μετὰ τοῦ θεοτοκίου, ὡς ἀκριβῶς εἰς τὸν ἑσπερινόν· καταλιμπανομένης συνήθως τῆς στιχολογίας τοῦ Ψαλτηρίου, μικρὰ συναπτὴ μετ᾿ ἐκφωνήσεως «Ὅτι σὸν τὸ κράτος» καὶ ψάλλονται τὰ μαρτυρικὰ καθίσματα τοῦ β΄ ἤχου (βλέπε ἐν τέλει τοῦ Τριῳδίου), εἰς τοὺς οἰκείους στίχους τὰ δύο τελευταῖα, Δόξα, τὸ νεκρώσιμον αὐτῶν, Καὶ νῦν, τὸ α΄ θεοτοκίον τοῦ ἤχου «Πάντα ὑπὲρ ἔννοιαν»· εὐθὺς (καταλιμπανομένου, εἰς στάσεις δύο, τοῦ ᾿Αμώμου) τὰ νεκρώσιμα εὐλογητάρια, μεθ᾿ ἃ ὁ ἱερεὺς ἐξερχόμενος εἰς τὰ βημόθυρα καὶ ἱστάμενος πρὸ τῆς εἰκόνος τοῦ δεσπότου Χριστοῦ, κάτωθι τῆς ὁποίας εὑρίσκονται τὰ προτεθέντα κόλλυβα, ἐκφωνεῖ τὸ μνημόσυνον τῶν κεκοιμημένων, ὡς ἐσημειώθη εἰς τὸν ἑσπερινόν, μεθ᾿ ὃ οἱ χοροὶ ψάλλουσι τὸ ἐν τῷ Τριῳδίῳ κάθισμα «᾿Ανάπαυσον, σωτὴρ ἡμῶν», Δόξα, τὸ ἀκροτελεύτιον αὐτοῦ «Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ», Καὶ νῦν, θεοτοκίον «῾Ο ἐκ παρθένου ἀνατείλας»· ὁ ν΄ χῦμα καὶ ὁ ἐν τῷ Τριῳδίῳ κανὼν μετὰ τῶν εἱρμῶν αὐτοῦ μὲ στίχους εἰς τὰ τροπάρια α) «Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε», β) «Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν», γ) «Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται»· ἀπὸ γ΄ ᾠδῆς τὸ μεσῴδιον κάθισμα «῾Ο δι᾿ ἡμᾶς ὑπομείνας» μετὰ τοῦ θεοτοκίου, ὡς ἐν τῷ Τριῳδίῳ· ἀφ᾿ Ϛ΄ τὸ νεκρώσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὰ συναξάρια τοῦ Μηναίου καὶ τοῦ Τριῳδίου· μετὰ τὴν πλήρωσιν τῶν κανόνων, εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» ὁ εἱρμὸς τῆς η΄ ᾠδῆς «Τὸν ἐν ὄρει ἁγίῳ»· «Τὴν τιμιωτέραν», ὁ εἱρμὸς τῆς θ΄ ᾠδῆς «Τὸν προδηλωθέντα» καὶ τὸ «῎Αξιόν ἐστιν»· ἐξαποστειλάρια «῾Ο καὶ νεκρῶν καὶ ζώντων» κ.λπ. μετὰ τοῦ θεοτοκίου αὐτῶν· εἰς τοὺς αἴνους στιχηρὰ ὡς ἐν τῷ Τριῳδίῳ, «Σοὶ δόξα πρέπει» καὶ ἡ δοξολογία χῦμα· εἰς τὸν στίχον, τὰ ἐν τῷ τέλει τοῦ Τριῳδίου κείμενα 3 νεκρώσιμα τοῦ Θεοφάνους τοῦ β΄ ἤχου, εἰς τοὺς πρὸ αὐτῶν στίχους τὰ δύο τελευταῖα, Δόξα, τὸ νεκρώσιμον τοῦ Τριῳδίου «῎Αλγος τῷ ᾿Αδάμ», Καὶ νῦν, θεοτοκίον, «Σὺ εἶ ὁ Θεὸς ἡμῶν»· «᾿Αγαθὸν τὸ ἐξομολογεῖσθαι», τρισάγιον κ.λπ., τὸ ἀπολυτίκιον «῾Ο βάθει σοφίας», Δόξα, τὸ ἀκροτελεύτιον αὐτοῦ «᾿Εν σοὶ γὰρ τὴν ἐλπίδα», Καὶ νῦν, θεοτοκίον «Σὲ καὶ τεῖχος καὶ λιμένα». Εἰς τὴν λειτουργίαν. ῍Αν ψαλῶσιν ἀντίφωνα, λέγονται τὰ τῶν καθημερινῶν (ΤΜΕ Προθεωρία σελ. 46-47) [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ Τριῳδίου]· εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἐν ἁγίοις»· μετὰ τὴν εἴσοδον ἀπολυτίκια «῾Ο βάθει σοφίας» καὶ τοῦ ναοῦ, κοντάκιον «Μετὰ τῶν ἁγίων»· ᾿Απόστολος –μετὰ τοῦ νεκρωσίμου προκειμένου «Αἱ ψυχαὶ αὐτῶν...»– κοιμηθέντων, «Οὐ θέλω ὑμᾶς ἀγνοεῖν» (Α΄ Θεσ. δ΄ 13-17)· Εὐαγγέλιον Σαβ. πρὸ τῆς ἀπόκρεω, «Βλέπετε μὴ πλανηθῆτε» (Λκ. κα΄ 8-9, 25-27, 35-36)· κοινωνικὸν «Μακάριοι οὓς ἐξελέξω»· «Εἴδομεν τὸ φῶς»· «Πληρωθήτω»· μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν ψάλλονται τὰ νεκρώσιμα τροπάρια «Μετὰ πνευμάτων δικαίων» κ.λπ., καὶ ἐκφωνεῖται παρὰ τοῦ ἱερέως τὸ μνημόσυνον τῶν κεκοιμημένων, ὡς ἐσημειώθη ἐν τῷ ἑσπερινῷ· μετὰ τὴν εὐχὴν «῾Ο Θεὸς τῶν πνευμάτων» καὶ τὸ «Αἰωνία ἡ μνήμη αὐτῶν» τρίς, «Εἴη τὸ ὄνομα Κυρίου» (γ΄), ὁ ἱερεὺς «Τοῦ Κυρίου δεηθῶμεν», «Εὐλογία Κυρίου καὶ ἔλεος» κ.λπ., καὶ τὴν συνήθη εὐχὴν τῆς ἀπολύσεως. Σημείωσις. Ἔνθα ἡ ἀκολουθία τοῦ Ψυχοσαββάτου προεψάλη τῇ 29ῃ ᾿Ιανουαρίου, σήμερον ψάλλεται ἡ συνήθης μεθέορτος ἀκολουθία τοῦ Μηναίου. ᾿Αναγνώσματα εἰς τὴν λειτουργίαν λέγονται ὄχι τὰ νεκρώσιμα, ἀλλὰ μόνον ᾿Απόστολος: τῆς ἡμέρας, Σαββάτου λε΄ ἑβδομάδος· Εὐαγγέλιον: τῆς ἡμέρας, Σαββάτου τῆς ᾿Απόκρεω· κοινωνικὸν τῆς ἡμέρας «᾿Αγαλλιᾶσθε» καὶ τῆς ἑορτῆς.
6. † ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ, ἐν ᾗ μνείαν ποιούμεθα τῆς δευτέρας καὶ ἀδεκάστου παρουσίας τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ. Μεθέορτα ῾Υπαπαντῆς, Βουκόλου ἐπ. Σμύρνης († Α΄ αἰ.), Φωτίου ΚΠόλεως τοῦ μεγάλου († 891). ῏Ηχος γ΄, ἑωθινὸν γ΄. Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «῾Ο βάθει σοφίας»· κοντάκιον «Μετὰ τῶν ἁγίων». Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ Ψαλτήριον εἰς τὸ «Κύριε, ἐκέκραξα» ἀναστάσιμα 4, τοῦ Τριῳδίου προσόμοια 3 «῞Οταν μέλλῃς ἔρχεσθαι», καὶ μεθέορτα 3, Δόξα, τὸ ἰδιόμελον τοῦ Τριῳδίου «῞Οταν τίθωνται θρόνοι», Καὶ νῦν, τῆς ἑορτῆς «᾿Ερευνᾶτε τὰς Γραφάς»· εἴσοδος κ.λπ.· ἀπόστιχα τὰ ἀναστάσιμα, Δόξα, «Οἴμοι, μέλαινα ψυχή», Καὶ νῦν, ὁμόηχον τῆς ἑορτῆς «῾Ο τοῖς χερουβὶμ ἐποχούμενος»· ἀπολυτίκιον τὸ ἀναστάσιμον τοῦ ἤχου, Δόξα, Καὶ νῦν, τὸ τῆς ἑορτῆς «Χαῖρε, κεχαριτωμένη». Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου· Δόξα, τὸ ἐν τῷ Τριῳδίῳ ἰδιόμελον τῆς λιτῆς «Τὰς τοῦ Κυρίου γνόντες ἐντολάς», Καὶ νῦν, θεοτοκίον «῾Υπὸ τὴν σήν, δέσποινα», τὰ τριαδικὰ «῎Αξιόν ἐστι», τρισάγιον καὶ τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, τὸ αὐτό, Καὶ νῦν, τὸ τῆς ἑορτῆς· [τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος «᾿Επὶ τῶν ποταμῶν Βαβυλῶνος»·] καθίσματα τὰ ἀναστάσιμα καὶ ἀνὰ ἓν τῆς ἑορτῆς ἀντὶ θεοτοκίων· τὰ εὐλογητάρια· ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου. ῾Η τάξις τοῦ ἑωθινοῦ (γ΄) Εὐαγγελίου –εἰς τὴν συνήθη θέσιν–, ἐν ᾗ, μετὰ τὸν ν΄ ψαλμόν, τὰ ἰδιόμελα, Δόξα, «Τῆς μετανοίας», Καὶ νῦν, «Τῆς σωτηρίας» καὶ εἰς τὸν στίχον «᾿Ελέησόν με, ὁ Θεός», «Τὰ πλήθη». Κανόνες, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς 4, ὁ τοῦ Τριῳδίου μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι», καὶ ὁ τῆς ἑορτῆς· ἀπὸ γ΄ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου· εἶτα ψάλλομεν ἓν μεσῴδιον κάθισμα τοῦ Τριῳδίου, Δόξα, ἕτερον μεσῴδιο τοῦ Τριῳδίου, Καὶ νῦν, ἀντὶ θεοτοκίου, μεσῴδιον κάθισμα τῆς ἑορτῆς· ἀφ᾿ Ϛ΄ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τοῦ Τριῳδίου καὶ τὰ συναξάρια (Μηναίου καὶ Τριῳδίου). Καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον»· «Τὴν τιμιωτέραν», ὁ εἱρμὸς «᾿Εν νόμου σκιᾷ καὶ γράμματι»· «῞Αγιος Κύριος», καὶ τὸ (γ΄) ἀναστάσιμον ἐξαποστειλάριον, τὰ δύο τοῦ Τριῳδίου, τὸ μεθέορτον. Εἰς τοὺς αἴνους στιχηρὰ ἀναστάσιμα 5 καὶ τοῦ Τριῳδίου ἰδιόμελα 3 «᾿Εννοῶ τὴν ἡμέραν ἐκείνην» κ.λπ., ἀλλ᾿ εἰς στίχους τὸ μὲν δεύτερον «᾿Ανάστηθι, Κύριε», τὸ δὲ τρίτον «᾿Εξομολογήσομαί σοι, Κύριε», Δόξα, τὸ ἐν τῷ Τριῳδίῳ ἰδιόμελον τῆς Κυριακῆς «Προκαθάρωμεν ἑαυτούς», Καὶ νῦν, «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία». Εἰς τὴν λειτουργίαν. Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 τροπάρια τοῦ ἤχου καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ κανόνος τῆς ᾿Απόκρεω εἰς 4 [ἢ τὰ Ἀντίφωνα τῆς ἑορτῆς]. Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς...». Μετὰ τὴν εἴσοδον τὸ ἀναστάσιμον ἀπολυτίκιον, τὸ τῆς ἑορτῆς καὶ τὸ τοῦ ἁγίου τοῦ ναοῦ, κοντάκιον [τοῦ Τριῳδίου «῞Οταν ἔλθῃς, ὁ Θεὸς» καὶ] τὸ τῆς ἑορτῆς «῾Ο μήτραν παρθενικήν»· ᾿Απόστολος –μετὰ τοῦ προκειμένου καὶ τοῦ ἀλληλουιαρίου αὐτοῦ– Κυρ. ἀπόκρεω, «Βρῶμα ἡμᾶς οὐ παρίστησιν» (Α΄ Κορ. η΄ 8-θ΄ 2)· Εὐαγγέλιον ὁμοίως, «῞Οταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου» (Μτθ. κε΄ 31-46)· «῎Αξιόν ἐστιν»· «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς»· «Πληρωθήτω»· «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἀπόλυσις. Σημείωσις. Ἔνθα τιμᾶται ὁ ἅγιος Φώτιος, ἡ ἀκολουθία αὐτοῦ ψάλλεται μετὰ τῆς ἀναστασίμου καὶ τῆς τοῦ Τριῳδίου, ἐκ δὲ τῆς μεθεόρτου ἀκολουθίας εἶναι δυνατὸν νὰ ψαλοῦν μόνον τὸ ἀπολυτίκιον, τὸ κοντάκιον, τὰ ἀντίφωνα καὶ ὕμνοι τινὲς ἀντὶ θεοτοκίων. Εἰς τὴν περίπτωσιν ταύτην ἡ ἀκολουθία διεξάγεται ὡς ἀκολούθως· Εἰς τὸν ἑσπερινόν. Εἰς τὸ «Κύριε, ἐκέκραξα» ἀναστάσιμα 4, τοῦ Τριῳδίου προσόμοια 3, καὶ τοῦ ἁγίου ἕτερα 3, Δόξα, τοῦ Τριῳδίου «῞Οταν τίθωνται θρόνοι», Καὶ νῦν, τῆς ἑορτῆς «᾿Ερευνᾶτε τὰς Γραφάς» [ἢ ἂν πανηγυρίζεται ὁ ἱεράρχης, Δόξα, τοῦ ἁγίου, Καὶ νῦν, «῞Οταν τίθωνται θρόνοι»]. ᾿Απόστιχα τὰ ἀναστάσιμα, Δόξα, τοῦ ἁγίου, Καὶ νῦν, τοῦ τριῳδίου «Οἴμοι, μέλαινα ψυχή»· τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου, Δόξα, τὸ τοῦ ἁγίου, Καὶ νῦν, τὸ τῆς ἑορτῆς «Χαῖρε, κεχαριτωμένη». Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου· τὰ διὰ τὴν λιτὴν ἰδιόμελα τοῦ ἁγίου (ἂν ὑπάρχουν), Δόξα, τὸ ἐν τῷ Τριῳδίῳ ἰδιόμελον τῆς λιτῆς «Τὰς τοῦ Κυρίου γνόντες ἐντολάς», Καὶ νῦν, τῆς ἑορτῆς, τὰ τριαδικὰ «῎Αξιόν ἐστι», τρισάγιον καὶ τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, τὸ τοῦ ἁγίου, Καὶ νῦν, τὸ τῆς ἑορτῆς. Καθίσματα τὰ ἀναστάσιμα καὶ ἀνὰ ἓν τῆς ἑορτῆς ἀντὶ θεοτοκίων· τὸ διὰ τὸν πολυέλεον κάθισμα τοῦ ἁγίου μετὰ ἑνὸς καθίσματος τῆς ἑορτῆς ἀντὶ θεοτοκίου, καὶ εἶτα τὰ εὐλογητάρια. Κανόνες, ὁ ἀναστάσιμος, ὁ τοῦ Τριῳδίου, καὶ ὁ τοῦ ἁγίου· ἀπὸ γ΄ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου· εἶτα ψάλλομεν ἓν μεσῴδιον κάθισμα τοῦ Τριῳδίου, Δόξα, τὸ μεσῴδιον τοῦ ἁγίου, Καὶ νῦν, ἀντὶ θεοτοκίου, μεσῴδιον κάθισμα τῆς ἑορτῆς· ἀφ᾿ Ϛ΄ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τοῦ Τριῳδίου καὶ τὰ συναξάρια. Καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον» κ.λπ.· τὸ ἀναστάσιμον ἐξαποστειλάριον, ἓν τοῦ Τριῳδίου, τὸ τοῦ ἁγίου καὶ τὸ μεθέορτον. Εἰς τοὺς αἴνους στιχηρὰ ἀναστάσιμα 3, τοῦ Τριῳδίου ἰδιόμελα 2, καὶ τοῦ ἁγίου προσόμοια 3, Δόξα, τοῦ Τριῳδίου, [ἢ ἂν πανηγυρίζεται ὁ ἱεράρχης, ἀναστάσιμα 3, τοῦ Τριῳδίου ἰδιόμελα 3, καὶ τοῦ ἁγίου προσόμοια 2, Δόξα, τοῦ ἁγίου], Καὶ νῦν, «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία». Εἰς τὴν λειτουργίαν. Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 τροπάρια τοῦ ἤχου, ἡ γ΄ ᾠδὴ τῆς ᾿Απόκρεω καὶ ἡ Ϛ΄ τοῦ ἁγίου ἀνὰ 4 [ἢ τὰ Ἀντίφωνα τῆς ἑορτῆς]. Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς...». Μετὰ τὴν εἴσοδον τὸ ἀναστάσιμον ἀπολυτίκιον, τὸ τῆς ἑορτῆς, τὸ τοῦ ἱεράρχου καὶ τὸ τοῦ ἁγίου τοῦ ναοῦ, κοντάκιον [τοῦ Τριῳδίου καὶ] τὸ τῆς ἑορτῆς· ᾿Απόστολος τοῦ ἁγίου, Εὐαγγέλιον τῆς Κυριακῆς τῶν ἀπόκρεω· «῎Αξιόν ἐστιν»· «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς».
7. Δευτέρα τῆς τυρινῆς. Παρθενίου ἐπισκόπου Λαμψάκου († 4ος αἰ.), Λουκᾶ ὁσίου τοῦ ἐν ῾Ελλάδι († 946). Εἴδησις. Σήμερον προψάλλεται ἡ ἀκολουθία τοῦ μεγαλομάρτυρος Θεοδώρου (8 Φεβρ.) διὰ τὸ ἀποδίδοσθαι αὔριον τὴν ἑορτὴν τῆς ῾Υπαπαντῆς. ῾Η μὲν ἀκολουθία τῆς 7ης Φεβρ. ψάλλεται ἐν τοῖς ἀποδείπνοις, ἡ δὲ ἀκολουθία τοῦ ἁγίου καὶ τοῦ προφήτου ψάλλεται κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν, ἤτοι μετὰ τῶν ὕμνων τῆς ἑορτῆς (μεθεόρτων) ἄνευ καταβασιῶν καὶ ἄνευ δοξολογίας μεγάλης. ᾿Απόστολος: μεγαλομάρτυρος, Κυρ. κγ΄ ἐπιστολῶν (᾿Εφεσ. β΄ 4-10)· Εὐαγγέλιον: ἡμέρας, Δευτέρας τῆς τυρινῆς. Ἔνθα ὅμως ἑορτάζεται ἡ μνήμη τοῦ μεγαλομάρτυρος ψάλλονται καταβασίαι καὶ δοξολογία μεγάλη, εἰς δὲ τὴν λειτουργίαν ἀντὶ τοῦ εὐαγγελίου τῆς ἡμέρας ἀναγινώσκεται τὸ τοῦ ἁγίου. Σημείωσις. ᾿Εὰν τυχὸν ψαλῇ ἡ ἀκολουθία τῆς 7ης Φεβρουαρίου ἐκ τοῦ μηναίου (μετὰ τῶν μεθεόρτων), ἀναγνώσματα τῆς ἡμέρας, Δευτέρας τῆς τυρινῆς. ῾Η δὲ ἀκολουθία τῶν ἁγίων τῆς ἐπαύριον καταλιμπάνεται ψαλλομένη ἐν τοῖς ἀποδείπνοις.
8. Τρίτη τῆς τυρινῆς. Θεοδώρου στρατηλάτου μεγαλομάρτυρος (†319), Ζαχαρίου τοῦ προφήτου (†620 π.Χ). ᾿Απόδοσις τῆς ῾Υπαπαντῆς. Σημείωσις. Συμφώνως μὲ τὸ ἰσχῦον ΤΜΕ καὶ ὅλα τὰ παλαιὰ τυπικά, ἂν ἡ ῾Υπαπαντὴ τύχῃ ἀπὸ Τετάρτης μέχρι Σαββάτου τῆς ἀπόκρεω, ἡ ἀπόδοσις τῆς ἑορτῆς γίνεται τῇ Τρίτῃ τῆς τυρινῆς, ἤτοι σήμερον. ᾿Επίσης τὸ παλαιότερον τυπικὸν τοῦ πρωτοψάλτου Κωνσταντίνου εἰς τὴν α΄ ἔκδοσιν αὐτοῦ (Κωνσταντινούπολις 1838, σ. 85) ἐσημείωνεν ὅτι ὁσάκις ἡ ἀπόδοσις τῆς ἑορτῆς γίνεται τῇ Πέμπτῃ τῆς τυρινῆς, ἡ ἀκολουθία ψάλλεται «ἄνευ Τριῳδίου», τὸ ὁποῖον κατ᾿ ἀναλογίαν ἰσχύει καὶ διὰ τὴν παροῦσαν περίπτωσιν, ὅπως ὑπονοεῖται καὶ εἰς τὸ ΤΜΕ. Εἰς τὴν θ΄. ᾿Απολυτίκια «Χαῖρε, κεχαριτωμένη», Δόξα, «Στρατολογίᾳ ἀληθεῖ»· κοντάκιον «῾Ο μήτραν παρθενικήν». ῾Η ἀκολουθία τῆς ἀποδόσεως ψάλλεται ὡς τῇ 1ῃ ἡμέρᾳ τῆς ἑορτῆς καταλιμπανομένων ἐν τῷ ἑσπερινῷ τῶν ἀναγνωσμάτων, ἐν τῷ μεσονυκτικῷ τῶν διὰ τὴν λιτὴν στιχηρῶν, ἐν τῷ ὄρθρῳ τοῦ πολυελέου καὶ τοῦ καθίσματος αὐτοῦ, τοῦ Εὐαγγελίου καὶ τῆς τάξεως αὐτοῦ, τοῦ συναξαρίου, ἀντὶ τοῦ ὁποίου ἀναγινώσκεται τὸ τῆς 9ης τοῦ μηνός, καὶ ἐν τῇ λειτουργίᾳ τοῦ ᾿Αποστόλου καὶ τοῦ Εὐαγγελίου τῆς ἑορτῆς, ἀντὶ τῶν ὁποίων λέγονται τὰ ἀναγνώσματα τῆς ἡμέρας, ἀλλὰ μετὰ προκειμένου τῆς ἑορτῆς. ᾿Απόστολος: ἡμέρας, Τρίτης τῆς τυρινῆς· Εὐαγγέλιον: ἡμέρας, Τρίτης τῆς τυρινῆς.
9. Τετάρτη τῆς τυρινῆς. Νικηφόρου μάρτυρος (†257). Σήμερον δὲν τελεῖται θεία λειτουργία. Ψάλλεται ἡ συνήθης ἀκολουθία τοῦ Τριῳδίου μετὰ τῆς ἀκολουθίας τοῦ μάρτυρος Νικηφόρου, ἄνευ τῶν μεθεόρτων τοῦ μηναίου, διότι ἡ ἑορτὴ τὴς ῾Υπαπαντῆς ἀπεδόθη χθές. Εἴδησις. Κατ᾿ ἔθος τῆς ἱεροσολυμιτικῆς ἐκκλησίας, ἐπικρατῆσαν εἰς ἅπασαν τὴν ὀρθόδοξον ἐκκλησίαν, τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ τῆς παρούσης τυροφάγου ἑβδομάδος οὔτε τελεία θ. λειτουργία (Χρυσοστόμου) οὔτε τοιαύτη προηγιασμένων θείων δώρων τελεῖται, εἰ μὴ τύχῃ ἐν ταῖς ἡμέραις αὐταῖς μνήμη ἑορταζομένου ἁγίου, ὅτε, καταλιμπανομένης τῆς ἀκολουθίας τοῦ Τριῳδίου, ψάλλεται μόνον ἡ τοῦ ἁγίου τοιαύτη καὶ τελεῖται ἡ θ. λειτουργία τοῦ ἱεροῦ Χρυσοστόμου.
10. Πέμπτη τῆς τυρινῆς. † Χαραλάμπους ἱερομάρτυρος τοῦ θαυματουργοῦ (†202). ῾Η ἑορτάσιμος ἀκολουθία τοῦ ἱερομάρτυρος ψάλλεται δίχα Παρακλητικῆς καὶ δίχα Τριῳδίου, κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν, μετὰ τῆς α΄ στάσεως τοῦ Ψαλτηρίου. Τὰ στιχηρὰ τῆς λιτῆς εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸ ἀπολυτίκιον εἰς τὸν ἑσπερινὸν καὶ εἰς τὸν ὄρθρον τὸ ὁμόηχον α΄ θεοτοκίον «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον». Εἰς τὸν ὄρθρον Εὐαγγέλιον τοῦ ἁγίου, ὃ ζήτει Τρίτῃ ιβ΄ ἑβδ. Λουκᾶ, «Προσέχετε ἀπὸ τῶν ἀνθρώπων» (Λκ. κα΄ 12-19). Κανόνες, ὁ τῆς Θεοτόκου «῾Υγρὰν διοδεύσας» τῆς μικρᾶς παρακλήσεως καὶ οἱ τοῦ ἁγίου· καταβασίαι, οἱ εἱρμοὶ «᾿Ανοίξω τὸ στόμα μου». Εἰς τὴν λειτουργίαν. Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ ἁγίου [ἢ τὰ συνήθη ἀντίφωνα τῆς λειτουργίας]. Μετὰ τὴν εἴσοδον τὸ ἀπολυτίκιον τοῦ ἁγίου καὶ τὸ τοῦ ναοῦ, κοντάκιον «Προστασία»· προκείμενον καὶ ἀλληλουιάριον τὰ τῆς 15ης Δεκεμβρίου· ᾿Απόστολος τοῦ ἁγίου, ὃν ζήτει ᾿Οκτ. 26, «᾿Ενδυναμοῦ ἐν τῇ χάριτι» (Β΄ Τιμ. β΄ 1-10)· Εὐαγγέλιον ὁμοίως, ὃ ζήτει Σαβ. γ΄ ἑβδ. ᾿Ιωάν., «Ταῦτα ἐντέλλομαι ὑμῖν» (᾿Ιω. ιε΄ 17-ις΄ 2)· κοινωνικὸν «Εἰς μνημόσυνον». Σημείωσις. ῎Ενθα ἑορτάζεται ὁ ἅγιος Ζήνων, ἡ ἐκ τῆς ἰδιαιτέρας φυλλάδος ἀκολουθία αὐτοῦ συμψάλλεται μετὰ τῆς τοῦ ἁγίου Χαραλάμπους, κατὰ τὴν ἐν τῷ Μηναίῳ Δεκεμβρίου τάξιν τῆς ἀκολουθίας τῆς 4ης τοῦ μηνός, ψάλλονται δὲ εἰς τοὺς αἴνους —εἰς στίχους 6— στιχηρὰ τοῦ ἁγίου Χαραλάμπους 3 καὶ τοῦ ἁγίου Ζήνωνος ἕτερα 3.
11. Παρασκευή τῆς τυρινῆς. Βλασίου ἱερομάρτυρος († 316). Σήμερον δὲν τελεῖται θ. λειτουργία (βλέπε εἴδησιν παρελθούσης τετάρτης).
12. Σάββατον τῆς τυρινῆς, ἐν ᾧ μνήμην ἐπιτελοῦμεν τῶν ἐν ἀσκήσει λαμψάντων ἁγίων ἀνδρῶν καὶ γυναικῶν. Μελετίου ἀρχιεπισκόπου ᾿Αντιοχείας († 381). Εἰς τὴν θ΄. ᾿Αντὶ ἀπολυτικίου καὶ κοντακίου τὰ τροπάρια τῆς ὥρας. Εἰς τὸν ἑσπερινόν. ῾Η ἀκολουθία τοῦ ἑσπερινοῦ (μετὰ Ψαλτηρίου) κατὰ τὴν τάξιν τοῦ Τριῳδίου. Καὶ νῦν τῶν ἑσπερίων τὸ α΄ θεοτοκίον τοῦ ἤχου τῆς ἑβδομάδος. Εἴσοδος, «Φῶς ἱλαρόν», τὸ προκείμενον «῾Ο Θεός, ἀντιλήπτωρ μου εἶ» καὶ τὰ λοιπὰ ὡς συνήθως. Εἰς τὸ ἀπόδειπνον μετὰ τὸ «Πιστεύω» ψάλλεται ἡ ἀκολουθία τοῦ ἁγίου τοῦ μηναίου (12 Φεβρ.). Εἰς τὸν ὄρθρον. ῾Η ἀκολουθία κατὰ τὴν ἐν τῷ Τριῳδίῳ τάξιν, καταλιμπανομένης τῆς ἀκολουθίας τοῦ Μηναίου· καταβασίαι οἱ εἱρμοὶ τοῦ κανόνος τῶν πατέρων «῏ᾼσμα ἀναπέμψωμεν»· «Τὴν τιμιωτέραν», «Τὸν προδηλωθέντα»· μετὰ τὴν μεγ. δοξολογίαν τὸ ἀπολυτίκιον «῾Ο Θεὸς τῶν πατέρων ἡμῶν» [καὶ τὸ θεοτοκίον]. Εἰς τὴν λειτουργίαν. Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ κανόνος τῶν ὁσίων [ἢ τὰ Ἀντίφωνα]. Μετὰ τὴν εἴσοδον, ἀπολυτίκια «῾Ο Θεὸς τῶν πατέρων ἡμῶν» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία»· ᾿Απόστολος –μετὰ προκειμένου «Καυχήσονται ὅσιοι ἐν δόξῃ» καὶ στίχου «Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν»– ὁσιακός, ζήτει Σαβ. κζ΄ ἑβδ. ἐπιστ., «῾Ο καρπὸς τοῦ Πνεύματος» (Γαλ. ε΄ 22-ς΄ 2)· Εὐαγγέλιον τῆς ἡμέρας, «Προσέχετε τὴν ἐλεημοσύνην» (Μτθ. ς΄ 1-13)· «῎Αξιόν ἐστιν»· κοινωνικὸν «Εἰς μνημόσυνον».
13. † ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ, ἐν ᾗ ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ πρωτοπλάστου ᾿Αδάμ. ῾Αγίων ᾿Ακύλα καὶ Πρισκίλλης τῶν συζύγων. ῏Ηχος δ΄, ἑωθινὸν δ΄. Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ Ψαλτήριον, εἰς τὸ «Κύριε, ἐκέκραξα», ἀναστάσιμα 6, τοῦ Τριῳδίου 4, Δόξα, «᾿Εκάθισεν ᾿Αδάμ», Καὶ νῦν, τὸ θεοτοκίον τοῦ ἤχου. Εἴσοδος κ.λπ. ᾿Απόστιχα τὰ ἀναστάσιμα, Δόξα, «᾿Εξεβλήθη ᾿Αδάμ», Καὶ νῦν, «῾Ο ποιητὴς καὶ λυτρωτής μου». Τὸ ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον αὐτοῦ. Εἰς τὸ ἀπόδειπνον. Μετὰ τὸ «Πιστεύω» ψάλλεται ἡ ἀκολουθία τοῦ μηναίου (13η Φεβρουαρίου). Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, Δόξα, τὸ ἐν τῷ Τριῳδίῳ διὰ τὴν λιτὴν ἰδιόμελον «῞Ηλιος ἀκτῖνας», Καὶ νῦν, θεοτοκίον «Μυστικῶς ἀνυμνοῦμεν», τὰ τριαδικὰ «῎Αξιόν ἐστιν», τρισάγιον καὶ ἡ ὑπακοὴ τοῦ ἤχου. Εἴδησις. Κατὰ τὴν παροῦσαν ἑβδομάδα, α΄ τῶν νηστειῶν, θὰ τελεσθῶσι δύο θεῖαι λειτουργίαι προηγιασμένων δώρων (Τετάρτῃ καὶ Παρασκευῇ). Εἰς τὸν ὄρθρον. ῾Ο ἑξάψαλμος. Εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, τὸ αὐτό, Καὶ νῦν, «τὸ θεοτοκίον αὐτοῦ. [Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος «᾿Επὶ τῶν ποταμῶν Βαβυλῶνος».] Τὰ ἀναστάσιμα καθίσματα, τὰ εὐλογητάρια, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου. ῾Η τάξις τοῦ ἑωθινοῦ Εὐαγγελίου –εἰς τὴν συνήθη θέσιν–, ἐν ᾗ μετὰ τὸν ν΄ ψαλμὸν τὰ ἰδιόμελα, Δόξα, «Τῆς μετανοίας», Καὶ νῦν, «Τῆς σωτηρίας» καὶ εἰς τὸν στίχον «᾿Ελέησόν με, ὁ Θεός», «Τὰ πλήθη». Κανόνες· ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς 4 (οἱ εἱρμοὶ ἄνευ στίχου, τὰ τροπάρια μετὰ στίχου «Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε», καὶ τὸ θεοτοκίον μετὰ στίχου «῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς») καὶ ὁ τοῦ Τριῳδίου εἰς 4 μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι», εἰς δὲ τὰ δύο τελευταῖα τροπάρια ἑκάστης ᾠδῆς Δόξα, Καὶ νῦν. ᾿Απὸ γ΄ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον καὶ ὁ οἶκος καὶ τὰ μεσῴδια καθίσματα τοῦ Τριῳδίου. ᾿Αφ᾿ ς΄ κοντάκιον καὶ οἶκος τοῦ Τριῳδίου, τὸ μηνολόγιον καὶ τὸ ὑπόμνημα τοῦ Τριῳδίου. Μετὰ τὴν πλήρωσιν τῶν κανόνων, καταβασίαι οἱ εἱρμοὶ «῾Ως ἐν ἠπείρῳ πεζεύσας». «Τὴν τιμιωτέραν», ἡ καταβασία τῆς θ΄ ᾠδῆς «Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον». «῞Αγιος Κύριος», τὸ ἀναστάσιμον ἐξαποστειλάριον, καὶ τὰ τοῦ Τριῳδίου «Τῆς ἐντολῆς σου, Κύριε», «᾿Αποικισθέντες, Κύριε», ὅ ἐστι καὶ θεοτοκίον. Εἰς τοὺς αἴνους στιχηρὰ ἀναστάσιμα 5 καὶ τοῦ Τριῳδίου ἰδιόμελα 3, «Οἴμοι! ὁ ᾿Αδάμ» κ.λπ., ἀλλ᾿ εἰς στίχους τὸ μὲν δεύτερον «᾿Ανάστηθι, Κύριε», τὸ δὲ τρίτον «᾿Εξομολογήσομαί σοι, Κύριε», Δόξα, τὸ ἐν τῷ Τριῳδίῳ ἰδιόμελον τῆς Κυριακῆς «῎Εφθασε καιρός», Καὶ νῦν, «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία» [ἢ «᾿Αναστὰς ἐκ τοῦ μνήματος»]. Εἰς τὴν λειτουργίαν. Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 τροπάρια τοῦ ἤχου καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ κανόνος τῆς Τυρινῆς εἰς 4 [ἢ τὰ Ἀντίφωνα]. Μετὰ τὴν εἴσοδον τὸ ἀναστάσιμον ἀπολυτίκιον καὶ τὸ τοῦ ναοῦ, κοντάκιον τοῦ Τριῳδίου «Τῆς σοφίας ὁδηγέ»· ᾿Απόστολος Κυρ. τῆς τυροφάγου, «Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία» (῾Ρωμ. ιγ΄ 11-ιδ΄ 4)· Εὐαγγέλιον ὁμοίως «᾿Εὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν» (Μτθ. ς΄ 14-21)· «῎Αξιόν ἐστιν»· «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», «Πληρωθήτω», «Εἴη τὸ ὄνομα» καὶ ἀπόλυσις. Τῇ Κυριακῇ ἑσπέρας. Εἰς τὴν θ΄. Τὸ ἀναστάσιμον ἀπολυτίκιον καὶ ἡ ὑπακοὴ τοῦ ἤχου. Εἰς τὸν (κατανυκτικὸν) ἑσπερινόν. Μετὰ τὸν προοιμιακόν (ἄνευ Ψαλτηρίου), εἰς τὸ «Κύριε, ἐκέκραξα» ἀπὸ τοῦ στίχου «᾿Εξάγαγε ἐκ φυλακῆς» τὰ 4 κατανυκτικὰ τοῦ ἤχου τῆς ἑβδομάδος (ζήτει αὐτὰ ἐν τέλει τοῦ Τριῳδίου), προσόμοια τοῦ Τριῳδίου 3 «᾿Εγκρατείᾳ τὴν σάρκα» κ.λπ. καὶ τοῦ ὁσίου (Φεβρ. 14) ἕτερα 3 «Αὔξησιν ἀσκήσεως» κ.λπ., Δόξα, Καὶ νῦν, τὸ προσόμοιον θεοτοκίον· εἴσοδος μετὰ θυμιατοῦ, «Φῶς ἱλαρὸν» καὶ τὸ μέγα προκείμενον «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ τάξιν· ἡ ἐκτενής, τὸ «Καταξίωσον» καὶ τὰ λοιπά· εἰς τὸν στίχον, τὸ ἰδιόμελον τοῦ Τριῳδίου «῎Ελαμψεν ἡ χάρις σου» δὶς καὶ τὸ μαρτυρικὸν «῾Ο ἐνδοξαζόμενος» ἅπαξ εἰς τοὺς στίχους αὐτῶν, Δόξα, Καὶ νῦν, τὸ προσόμοιον θεοτοκίον «Τῶν ἀγγέλων αἱ τάξεις»· «Νῦν ἀπολύεις» κ.λπ., μετὰ δὲ τὴν ἐκφώνησιν «῞Οτι σοῦ ἐστιν ἡ βασιλεία», τὰ τροπάρια «Θεοτόκε παρθένε», «Βαπτιστὰ τοῦ Χριστοῦ», Δόξα, «῾Ικετεύσατε ὑπὲρ ἡμῶν», Καὶ νῦν, «῾Υπὸ τὴν σὴν εὐσπλαγχνίαν», εἶτα «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «᾿Εν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ»· ὁ ἱερεὺς «῾Ο ὢν εὐλογητός», ὁ προεστὼς «᾿Επουράνιε βασιλεῦ», αἱ τρεῖς μεγ. μετάνοιαι μετὰ τῆς εὐχῆς τοῦ ἁγ. ᾿Εφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου», ὁ ἱερεὺς «Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι», ὁ ἀναγνώστης Δόξα, Καὶ νῦν, «Κύριε, ἐλέησον» (γ΄), «Εὐλόγησον» καὶ ὁ ἱερεὺς τὴν εὐχὴν τῆς (μεγ.) ἀπολύσεως «Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν», μεθ᾿ ἥν, τοῦ β΄ χοροῦ ψάλλοντος τὸ τροπάριον «Πάντων προστατεύεις, ἀγαθή», παρέχεται διὰ τοῦ ἱερέως ἡ συγχώρησις καὶ εἶτα ἐκφωνεῖται παρ᾿ αὐτοῦ τὸ ἐπισφράγισμα «Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων». Εἴδησις. ῾Η τάξις αὕτη τηρεῖται κατὰ τοὺς κατανυκτικοὺς ἑσπερινοὺς καὶ τῶν ἑπομένων α΄, β΄, γ΄, δ΄ καὶ ε΄ Κυριακῶν τῶν Νηστειῶν, ἐναλλασσομένων τῶν κατανυκτικῶν τροπαρίων τῶν ἤχων ἑκάστης ἑβδομάδος καὶ τῶν λοιπῶν τροπαρίων τοῦ Τριῳδίου.
14. † Καθαρὰ Δευτέρα. Αὐξεντίου ὁσίου († 470). ῎Αρχεται ἡ ἁγία καὶ μεγάλη Τεσσαρακοστή. Τὸ πρωὶ (παραλειπομένου τοῦ μεσονυκτικοῦ) ὁ ὄρθρος ἄρχεται μετὰ τοῦ «Εὐλογητὸς ὁ Θεός», εἶτα τρισάγιον κ.λπ., «῞Οτι σοῦ ἐστιν ἡ βασιλεία», «Κύριε, ἐλέησον» (ιβ΄), Δόξα, Καὶ νῦν, «᾿Εν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ»· ὁ ἱερεὺς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ» καὶ ὁ ἀναγνώστης τὸν ἑξάψαλμον· μετὰ τὰ εἰρηνικὰ καὶ τὴν ἐκφώνησιν «῞Οτι πρέπει σοι», οἱ χοροὶ εἰς τὸν ἦχον τῆς ἑβδομάδος τὸ ἀλληλουιάριον τετράκις εἰς τοὺς στίχους αὐτοῦ «᾿Εκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου» κ.λπ., ὡς ἐν τῷ ῾Ωρολογίῳ, μεθ᾿ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου κατακεχωρισμένους τριαδικοὺς ὕμνους[2] τοῦ ἤχου τῆς ἑβδομάδος, [τὰ ἐνδιάτακτα 3 καθίσματα τοῦ Ψαλτηρίου]. Μικρὰ συναπτὴ καὶ ἐκφώνησις· εἶτα, ἐκ τῶν ἐν τῷ τέλει τοῦ Τριῳδίου κατακεχωρισμένων καθισμάτων τῆς Παρακλητικῆς, τὰ κατανυκτικὰ τοιαῦτα τοῦ ἤχου τῆς ἑβδομάδος τῆς α΄ στιχολογίας, ἐξ ὧν εἰς τὸν οἰκεῖον στίχον τὸ β΄ μετὰ τοῦ θεοτοκίου ἢ σταυροθεοτοκίου αὐτῶν, καὶ τῆς β΄ καὶ γ΄ στιχολογίας τοῦ Τριῳδίου μετὰ τῶν θεοτοκίων ἢ σταυροθεοτοκίων αὐτῶν. ῾Ο ν΄ ψαλμὸς χῦμα, ἡ ἱκεσία «Σῶσον, ὁ Θεός, τὸν λαόν σου», οἱ χοροὶ «Κύριε, ἐλέησον» (ιβ΄) καὶ ἡ ἐκφώνησις «᾿Ελέει καὶ οἰκτιρμοῖς»· εἶθ᾿ οὕτω στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾠδαί[3]. Εἶτα ψάλλονται ἢ ἀναγινώσκονται, ἄνευ προϋμνίου ἢ στίχου τινός, ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ τὰ ἐν τῷ Τριῳδίῳ τριῴδια εἰς τὴν τάξιν αὐτῶν (ἑκάστη ᾠδὴ τῶν ἐν τῷ Τριῳδίῳ τριῳδίων κανόνων ἕπεται πάντοτε τῆς ταὐταρίθμου ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου). ᾿Απὸ γ΄ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου πάλιν ὁ εἱρμὸς αὐτῆς[4], αἴτησις, ἐκφώνησις «῞Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» καὶ τὸ μεσῴδιον κάθισμα τοῦ Μηναίου μετὰ τοῦ θεοτοκίου αὐτοῦ (Τετάρτην καὶ Παρασκευὴν τοῦ σταυροθεοτοκίου). ᾿Αφ᾿ Ϛ΄ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου πάλιν ὁ εἱρμὸς αὐτῆς, αἴτησις, ἐκφώνησις «Σὺ γὰρ εἶ ὁ βασιλεύς», τὸ ἐνδιάτακτον μαρτυρικὸν κάθισμα[5], ὃ ζήτει ἐν τέλει τοῦ Τριῳδίου, καὶ τὸ συναξάριον. Μετὰ τὴν πλήρωσιν τῶν κανόνων ὁ β΄ χορὸς εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» τὸν εἱρμὸν τῆς η΄ ᾠδῆς τοῦ β΄ τριῳδίου, ὁ ἱερεὺς «Τὴν Θεοτόκον καὶ μητέρα» καὶ οἱ χοροὶ «Τὴν τιμιωτέραν», εἶτα ὁ α΄ χορὸς τὸν εἱρμὸν τῆς θ΄ ᾠδῆς τοῦ β΄ τριῳδίου, ὁ β΄ χορὸς τὸ «῎Αξιόν ἐστι» καὶ ὁ ἱερεὺς αἴτησιν καὶ ἐκφώνησιν «῞Οτι σὲ αἰνοῦσιν». Εἶθ᾿ οὕτως οἱ χοροὶ τὸ φωταγωγικὸν[6] τοῦ τυχόντος ἤχου τῆς ἑβδομάδος ἐκ τρίτου· ὁ προεστὼς «Σοὶ δόξα πρέπει» καὶ τὴν δοξολογίαν χῦμα, ὁ ἱερεὺς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ., ὡς συνήθως. Εἰς τὸν στίχον τῶν αἴνων τὸ ἰδιόμελον τοῦ Τριῳδίου δίς, ἤτοι πρῶτον ἄνευ στίχου, εἶτα τὸ αὐτὸ εἰς τὸν στίχον «᾿Ενεπλήσθημεν...», εἶτα τὸ μαρτυρικὸν ἅπαξ εἰς τὸν στίχον «Καὶ ἔστω ἡ λαμπρότης», Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον ἢ Τετάρτῃ καὶ Παρασκευῇ τὸ σταυροθεοτοκίον. «᾿Αγαθὸν τὸ ἐξομολογεῖσθαι», τρισάγιον κ.λπ., τὸ ἀπολυτίκιον «᾿Εν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «᾿Εν ὀνόματι Κυρίου»· ὁ ἱερεὺς «῾Ο ὢν εὐλογητός», ὁ προεστὼς «᾿Επουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς εὐχῆς τοῦ ἁγ. ᾿Εφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου» καὶ ἐν συνεχείᾳ ἀναγινώσκονται –ἄνευ διακοπῆς ἢ ἀπολύσεώς τινος– αἱ ὧραι, ὡς ὁρίζεται κατωτέρω.
Αἱ ὧραι, ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ΄, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ ῾Ωρολογίου[7]. Εἰς τὴν θ΄ ὥραν, μετὰ τὸ τρισάγιον καὶ τὰ μετ᾿ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «᾿Εν ὀνόματι Κυρίου», ὁ ἱερεὺς «Δι᾿ εὐχῶν», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς εὐχῆς τοῦ ἁγίου ᾿Εφραὶμ «Κύριε καὶ δέσποτα» καὶ οἱ χοροὶ εἰς ἦχον πλ. δ΄ τοὺς μακαρισμοὺς μετ᾿ ἐφυμνίου εἰς ἕνα ἕκαστον στίχον αὐτῶν τὴν δέησιν «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ ῾Ωρολογίῳ τάξιν· εἶτα ὁ ἀναγνώστης τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος», τὸ αὐτὸ εἰς τὸν στίχον «Προσέλθετε πρὸς αὐτόν», Δόξα, «Χορὸς ἁγίων ἀγγέλων», Καὶ νῦν, τὸ σύμβολον τῆς πίστεως «Πιστεύω εἰς ἕνα Θεόν», «῎Ανες, ἄφες», «Πάτερ ἡμῶν», ὁ ἱερεὺς «῞Οτι σοῦ ἐστιν», ὁ ἀναγνώστης τὰ κοντάκια «᾿Επὶ τοῦ ὄρους μετεμορφώθης», τῆς ἡμέρας[8], τοῦ ἁγίου τοῦ ναοῦ, τὸ ἐνδιάτακτον μαρτυρικὸν τὸ ἀναγνωσθὲν καὶ ἀφ᾿ Ϛ΄ ᾠδῆς τῶν κανόνων, Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, θεοτοκίον «Προστασία», «Κύριε, ἐλέησον» (μ΄), «῾Ο ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «᾿Εν ὀνόματι Κυρίου», ὁ ἱερεὺς «῾Ο Θεὸς οἰκτιρήσαι ἡμᾶς», αἱ τρεῖς μεγάλαι μετάνοιαι, μεθ᾿ ἃς ἄρχεται ὁ ἑσπερινὸς (ἄνευ θ. λειτουργίας προηγιασμένων δώρων) τῆς ἐπαύριον ἡμέρας, ὡς περιγράφεται ἐν συνεχείᾳ.
῾Ο ἑσπερινός (ἄνευ θ. λειτουργίας προηγιασμένων δώρων). Μετὰ τὰς ὡς ἄνω 3 μεγ. μετανοίας ὁ ἀναγνώστης «Δεῦτε προσκυνήσωμεν» γ΄ καὶ τὸν προοιμιακὸν (μετὰ τὰ εἰρηνικὰ λέγε, εἰ βούλει, τὸ ιη΄ κάθισμα τοῦ Ψαλτηρίου, ὃ ἐπισφραγίζεται, ὡς συνήθως, δι᾿ αἰτήσεως καὶ ἐκφωνήσεως τοῦ ἱερέως)· εἶθ᾿ οὕτως ἑσπέρια, εἰς στίχους 6, στιχηρὰ προσόμοια τοῦ Τριῳδίου 3 καὶ ἐκ τοῦ μηναίου ἕτερα 3 στιχηρὰ τοῦ τυχόντος ἁγίου τῆς ἐπαύριον, Δόξα, Καὶ νῦν, θεοτοκίον ἢ σταυροθεοτοκίον προσόμοιον τοῦ Μηναίου ἢ ἑκάστῃ Παρασκευῇ τὸ α΄ θεοτοκίον τοῦ ἤχου· ἄνευ εἰσόδου ὁ προεστὼς «Φῶς ἱλαρόν», ὁ ἱερεὺς «῾Εσπέρας» καὶ ὁ ἀναγνώστης τὰ ἀναγνώσματα μετὰ τῶν οἰκείων προκειμένων καὶ τῶν στίχων αὐτῶν κατὰ τὴν ἐν τῷ Τριῳδίῳ τάξιν· εἶτα ὁ προεστὼς «Καταξίωσον, Κύριε», ὁ ἱερεὺς «Πληρώσωμεν τὴν ἑσπερινὴν» κ.τ.λ., ὡς συνήθως. Εἰς τὸν στίχον, ἅπαντα τοῦ Τριῳδίου κατὰ τὴν ἐν αὐτῷ τάξιν· «Νῦν ἀπολύεις», τρισάγιον κ.λπ. καὶ εἶτα οἱ χοροὶ εἰς ἦχον πλ. α΄ τὰ τροπάρια «Θεοτόκε παρθένε», «Βαπτιστὰ τοῦ Χριστοῦ», Δόξα, «῾Ικετεύσατε ὑπὲρ ἡμῶν», Καὶ νῦν, «῾Υπὸ τὴν σὴν εὐσπλαγχνίαν», ὁ ἀναγνώστης «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «᾿Εν ὀνόματι Κυρίου», ὁ ἱερεὺς «῾Ο ὢν εὐλογητός», ὁ προεστὼς «᾿Επουράνιε βασιλεῦ», αἱ 3 μεγάλαι μετάνοιαι μετὰ τῆς οἰκείας εὐχῆς, τρισάγιον, ὁ ἱερεὺς «Ὅτι σοῦ ἐστιν», ὁ προεστὼς «Κύριε, ἐλεήσον» (ιβ΄), «Παναγία τριάς, τὸ ὁμοούσιον κράτος», οἱ χοροὶ «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον» τρὶς χῦμα, ὁ ἀναγνώστης τοὺς ψαλμοὺς λγ΄ «Εὐλογήσω τὸν Κύριον» καὶ ρμδ΄ (144) «῾Υψώσω σε, ὁ Θεός μου»[9] καὶ εἶτα ὁ ἱερεὺς τὴν εὐχὴν τῆς ἀπολύσεως.
Τῇ Δευτέρᾳ ἑσπέρας ἀναγινώσκεται τὸ μέγα ἀπόδειπνον, κατὰ τὴν ἐν τῷ ῾Ωρολογίῳ τάξιν· μετὰ τὴν δοξολογίαν ψάλλεται τὸ ἐν τῷ Τριῳδίῳ κείμενον τμῆμα τοῦ μεγ. κανόνος μετὰ τῶν εἱρμῶν, εἰς προΰμνιον τὰ τροπάρια ἑκάστης ᾠδῆς «᾿Ελέησόν με, ὁ Θεός, ἐλέησόν με», εἰς τὸ Δόξα τὸ τριαδικὸν καὶ εἰς τὸ Καὶ νῦν τὸ θεοτοκίον· ἀφ᾿ Ϛ΄ τὸ κοντάκιον «Ψυχή μου, ψυχή μου» ἐμμελῶς· ἐν τέλει τῆς θ΄ ᾠδῆς ὁ εἱρμὸς αὐτῆς «᾿Ασπόρου συλλήψεως»· εὐθὺς ὁ ἀναγνώστης τρισάγιον κ.λπ., ὁ ἱερεὺς «Ὅτι σοῦ ἐστιν» καὶ ὁ α΄ χορὸς τὸ τροπάριον «Κύριε τῶν δυνάμεων», ὃ ἐπαναλαμβάνουσιν οἱ χοροὶ ἐξ ὑπαμοιβῆς, ἔτι πεντάκις ἐφύμνιον τῶν στίχων τοῦ ρν΄ ψαλμοῦ «Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ»· εἶθ᾿ οὕτως ὁ α΄ χορὸς «Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ», ὁ β΄ «Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ» καὶ ἑνούμενοι οἱ χοροὶ ψάλλουσιν ὁμοῦ, ἔτι ἅπαξ, τὸ «Κύριε τῶν δυνάμεων», μεθ᾿ ὃ συνεχίζεται ἡ ἀκολουθία τοῦ μεγ. ἀποδείπνου, ὡς ἔχει ἐν τῷ ῾Ωρολογίῳ· μετὰ τὸ «Τὴν πᾶσαν ἐλπίδα μου», ὁ ἱερεὺς ἐκ τῶν βημοθύρων τὸ οἰκεῖον Εὐαγγέλιον τῶν παννυχίδων τῆς α΄ ἑβδ. τῶν νηστειῶν, μετ᾿ αὐτὸ «Εἰρήνη πᾶσι», «Τὰς κεφαλὰς ἡμῶν», τὴν εἰδικὴν εὐχὴν τῆς ἀπολύσεως «Δέσποτα πολυέλεε» καὶ τὴν δέησιν «Εὐξώμεθα», μεθ᾿ ἥν, τοῦ β΄ χοροῦ ψάλλοντος Δευτέρᾳ καὶ Τετάρτῃ τὸ τροπάριον «Πάντων προστατεύεις» ἢ Τρίτῃ καὶ Πέμπτῃ ἑσπέρας τὸ «Σφαγήν σου τὴν ἄδικον», παρέχει τὴν συγχώρησιν καὶ εἶτα ἐκφωνεῖ τὸ «Δι᾿ εὐχῶν».
Εἰδήσεις. 1. Σχετικῶς μὲ τὸ μέγα ἀπόδειπνον ἔστωσαν γνωστὰ τὰ ἑξῆς: α΄) ῾Η ἀκολουθία τοῦ μεγάλου ἀποδείπνου λέγεται, ὡς ἔχει ἐν τῷ ῾Ωρολογίῳ, τὴν ἑσπέραν ἀπὸ Δευτέρας ἕως Πέμπτης ἑκάστης ἑβδομάδος τῶν νηστειῶν· ἐπίσης τὴν ἑσπέραν τῆς Μ. Δευτέρας καὶ τῆς Μ. Τρίτης. 2. Ἐν πάσαις ταῖς ἡμέραις ἐν αἷς ἀναγινώσκεται τὸ μέγα ἀπόδειπνον ἡ ἔναρξις αὐτοῦ γίνεται ὡς ἑξῆς· μετὰ τὸ «Εὐλογητός», «Βασιλεῦ οὐράνιε», τρισάγιον κ.λπ., «Κύριε, ἐλέησον» (ιβ΄), Δόξα, Καὶ νῦν, «Δεῦτε προσκυνήσωμεν» (γ΄) καὶ ἀρχόμεθα ἐκ τοῦ δ΄ ψαλμοῦ «᾿Εν τῷ ἐπικαλεῖσθαί με» (βλέπε καὶ Τ.Μ.Ε. σελ. 332, τυπικὸν Τριῳδίου §23). 3. Εἰς τοὺς ἱκετευτικοὺς στίχους «Παναγία δέσποινα Θεοτόκε» ψάλλεται μετὰ τὸν στίχον «Ὅσιοι θεοφόροι πατέρες ἡμῶν» καὶ στίχος τοῦ ἁγίου (ἢ τῆς ἁγίας) ἐπ᾿ ὀνόματι τοῦ ὁποίου τιμᾶται ὁ ναός, ἔτι δέ, εἰ ὁ τυχὼν ἅγιος, οὗ τινος ἐψάλη ὁ ἑσπερινός, εἶναι ἑορταζόμενος, καὶ στίχος αὐτοῦ (παράβαλε ΤΜΕ, Φεβρ. ι΄ §13). Τὰ ἐν τῷ ῾Ωρολογίῳ κείμενα τροπάρια ὑπὸ τὴν ἐπιγραφὴν «Ἕτερα τροπάρια ψαλλόμενα ἡμέραν παρ᾿ ἡμέραν», λέγονται τὴν ἑσπέραν ἑκάστης Τρίτης καὶ Πέμπτης. 4. Τμήματα τοῦ μεγάλου κανόνος, ὡς ἔχουσιν ἐν τῷ Τριῳδίῳ, ψάλλονται μόνον τὴν α΄ ἑβδομάδα τῶν νηστειῶν. Εἰς τὰ ἀπόδειπνα τῶν ἑπομένων ἑβδομάδων ψάλλονται κανόνες ἐκ τοῦ θεοτοκαρίου (τυπικὸν Τριῳδίου §23) ἢ αἱ, δι᾿ οἱονδήποτε λόγον, καταλιμπανόμεναι ἀκολουθίαι τοῦ Μηναίου. 5. Εὐαγγέλια τῶν παννυχίδων ἀναγινώσκονται εἰς τὰς ἀκολουθίας τῶν ἀποδείπνων μόνον τῆς α΄ ἑβδομάδος τῶν νηστειῶν.
15. Τρίτη α΄ ἑβδομάδος τῶν νηστειῶν. ᾿Ονησίμου ἀποστόλου († 109). Εἰδήσεις. 1. ᾿Απὸ σήμερον εἰς πάσας τὰς νηστίμους ἡμέρας τῆς ἁγίας καὶ μεγάλης τεσσαρακοστῆς νηστείας τὸ πρωὶ ἀναγινώσκεται τὸ καθ᾿ ἡμέραν μεσονυκτικόν, μεθ᾿ ὃ ἄρχεται ἡ ἀκολουθία τοῦ ὄρθρου ὡς συνήθως καὶ οὐχὶ μετὰ τῆς σημειωθείσης χθὲς ἀπερίττου ἐνάρξεως· πᾶσαι αἱ ἀκολουθίαι διεξάγονται κατὰ τὴν ἐν τῷ τυπικῷ τοῦ Τριῳδίου (§§ 18 καὶ 19) ἐκτιθεμένην τάξιν. 2. Μετὰ τὴν θ΄ ὥραν ψάλλεται ὁ ἑσπερινός, τῇ μὲν Δευτέρᾳ, Τρίτῃ καὶ Πέμπτῃ ἄνευ προηγιασμένης, κατὰ τὴν ἐν τῷ τυπικῷ τοῦ Τριῳδίου (§ 20) διάταξιν, τῇ δὲ Τετάρτῃ καὶ Παρασκευῇ καὶ ἐν μνήμῃ ἑορταζομένου ἁγίου μετὰ προηγιασμένης (τυπικὸν Τριῳδίου § 21). 3. Τῇ Παρασκευῇ ἑσπέρας ἀναγινώσκεται τὸ μικρὸν ἀπόδειπνον, ψάλλεται ὁ κανὼν τοῦ ᾿Ακαθίστου καὶ ἀναγινώσκεται ἀνὰ μία στάσις τῶν Χαιρετισμῶν. 4. Κατὰ τὰ Σάββατα, τὸ μὲν πρωὶ ψάλλεται ἡ ἀκολουθία τοῦ ὄρθρου, ἀκολουθεῖ δὲ ἡ λειτουργία τοῦ ἱεροῦ Χρυσοστόμου, τὸ δὲ ἑσπέρας ψάλλεται, ὡς συνήθως, ὁ ἑσπερινὸς τῆς ἐπαύριον Κυριακῆς, καθ᾿ ἣν τελεῖται ἡ θ. λειτουργία τοῦ μ. Βασιλείου. Τὸ ἑσπέρας τῆς Τρίτης. Τὸ μέγα ἀπόδειπνον μετὰ τοῦ β΄ τμήματος τοῦ μεγ. κανόνος ψαλλομένου μετὰ τὴν δοξολογίαν· Εὐαγγέλιον τῆς Τρίτης τῶν παννυχίδων «Προσέχετε τὴν ἐλεημοσύνην» (Μτθ. ς΄ 1-13)· εἰς τὴν συγχώρησιν «Σφαγήν σου τὴν ἄδικον».
16. Τετάρτη α΄ ἑβδομάδος τῶν νηστειῶν. Παμφίλου μάρτυρος καὶ τῶν σὺν αὐτῷ (†307). Τῇ Τετάρτῃ πρωί. ῾Η ἀκολουθία μεσονυκτικοῦ, ὄρθρου καὶ ὡρῶν μετὰ τῶν μακαρισμῶν, ὡς προδεδήλωται· εἶτα, μετὰ τὸ «῾Ο Θεὸς οἰκτιρήσαι ἡμᾶς» τῆς θ΄ ὥρας καὶ τὰς τρεῖς μεγ. μετανοίας[10], ἀνοιγομένων τῶν βημοθύρων ὁ ἱερεὺς ἐκφωνεῖ τὴν εὐχὴν τῆς (μικρᾶς) ἀπολύσεως μετὰ τοῦ «Δι᾿ εὐχῶν», μεθ᾿ ὃ ἄρχεται ὁ ἑσπερινὸς μετὰ τῆς λειτουργίας τῶν προηγιασμένων, ὡς ἐν συνεχείᾳ. ῾Ο ἑσπερινὸς μετὰ τῆς θ. λειτουργίας τῶν προηγιασμένων δώρων ῾Ο ἱερεὺς «Εὐλογημένη ἡ βασιλεία», ὁ χορὸς «᾿Αμὴν» καὶ ὁ ἀναγνώστης «Δεῦτε προσκυνήσωμεν» τρὶς καὶ τὸν προοιμιακόν. Μετὰ τὰ εἰρηνικὰ καὶ τὴν ἐκφώνησιν «Ὅτι πρέπει σοι πᾶσα δόξα», ὁ ἀναγνώστης «᾿Αμὴν» καὶ ἄρχεται τῆς α΄ στάσεως τοῦ ιη΄ καθίσματος τοῦ Ψαλτηρίου («Πρὸς Κύριον»), μεθ᾿ ἣν Δόξα, Καὶ νῦν, «᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια, δόξα σοι, ὁ Θεός» (τρίς), «Κύριε, ἐλέησον» γ΄, Δόξα Πατρί (ἄνευ τοῦ Καὶ νῦν), ὁ ἱερεὺς αἴτησιν μετ᾿ ἐκφωνήσεως «Ὅτι σὸν τὸ κράτος», ὁ ἀναγνώστης Καὶ νῦν, καὶ ἄρχεται τῆς β΄ στάσεως τοῦ καθίσματος, μεθ᾿ ἣν πάλιν Δόξα, Καὶ νῦν, «᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια, δόξα σοι, ὁ Θεός», «Κύριε, ἐλέησον» γ΄, Δόξα Πατρί (ἄνευ τοῦ Καὶ νῦν), ὁ ἱερεὺς αἴτησιν μετ᾿ ἐκφωνήσεως «Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος», ὁ ἀναγνώστης Καὶ νῦν, καὶ ἄρχεται τῆς γ΄ στάσεως τοῦ καθίσματος, ἧς πληρωθείσης ἐπιλέγει Δόξα, Καὶ νῦν, ἐμμελῶς δὲ «᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια, δόξα σοι, ὁ Θεὸς» γ΄, «῾Η ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι», μεθ᾿ ὃ ὁ ἱερεὺς μικρὰν συναπτὴν μετ᾿ ἐκφωνήσεως «Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν». Εἶθ᾿ οὕτως ἑσπέρια εἰς στίχους 10, τὸ ἐν τῷ Τριῳδίῳ ἰδιόμελον τῆς ἡμέρας «Νηστεύοντες, ἀδελφοὶ» δίς, τὸ μαρτυρικὸν «Εἴ τις ἀρετὴ» ἅπαξ, προσόμοια τῆς σειρᾶς 3 «Φεγγοβόλους ὑμᾶς» κ.λπ. καὶ τῆς ἐπαύριον ἐκ τοῦ Μηναίου (Φεβρουαρίου 17) ἕτερα 3 «Δῶρον, ὁ Χριστὸς» κ.λπ. εἰς 4, Δόξα, Καὶ νῦν, τὸ ἐν συνεχείᾳ προσόμοιον θεοτοκίον. Εἴσοδος μετὰ θυμιατοῦ, ὁ προεστὼς «Φῶς ἱλαρὸν» χῦμα, ὁ ἱερεὺς «῾Εσπέρας», ὁ ἀναγνώστης «Προκείμενον», καὶ κατὰ τὴν οἰκείαν τάξιν τὸ ἐν τῷ Τριῳδίῳ προκείμενον τοῦ ἀναγνώσματος, τὸ ἀνάγνωσμα τῆς Γενέσεως, τὸ μετ᾿ αὐτὸ ἕτερον προκείμενον μετὰ τοῦ στίχου αὐτοῦ καὶ ἐμμελῶς «Κέλευσον»· ὁ ἱερεὺς ἱστάμενος πρὸ τῆς ἁγίας τραπέζης καὶ κρατῶν εἰς τὴν δεξιὰν λαμπάδα ἀνημμένην καὶ ἐξηρτημένον θυμιατήριον, ἐκφωνεῖ «Σοφία, ὀρθοί», στραφεὶς δὲ πρὸς τὸν λαὸν καὶ ἐξελθὼν εἰς τὰ βημόθυρα, «Φῶς Χριστοῦ φαίνει πᾶσιν»· εἶθ᾿ οὕτως ὁ ἀναγνώστης τὸ β΄ ἀνάγνωσμα (Παροιμιῶν). Μετὰ τὴν πλήρωσιν τοῦ ἀναγνώσματος ὁ ἱερεὺς πρὸς τὸν ἀναγνώστην «Εἰρήνη σοι» καὶ εἶτα «Σοφία», μεθ᾿ ὃ ἱστάμενος μετὰ θυμιατοῦ πρὸ τῆς ἁγίας τραπέζης καὶ θυμιῶν αὐτὴν ψάλλει τὸν ψαλμικὸν στίχον «Κατευθυνθήτω», ὃν ἐπαναλαμβάνουσιν οἱ χοροὶ ἐξ ὑπαμοιβῆς τετράκις, τοῦ ἱερέως θυμιῶντος κύκλῳ ἑκάστην πλευρὰν τῆς ἁγίας τραπέζης καὶ λέγοντος ἐμμελῶς τοὺς οἰκείους στίχους· εἶτα ὁ ἱερεὺς ἱστάμενος πρὸ τῆς ἁγίας τραπέζης ψάλλει τὴν ἀρχὴν τοῦ στίχου «Κατευθυνθήτω ἡ προσευχή μου», ἐξερχόμενος δ᾿ εἰς τὰ βημόθυρα καὶ θυμιῶν τὴν εἰκόνα τοῦ δεσπότου Χριστοῦ συνεχίζει «ὡς θυμίαμα ἐνώπιόν σου» καὶ εἶτα ὁ α΄ χορός, τοῦ ἱερέως θυμιῶντος τὸν λαόν, συμπληροῖ ἀπὸ τοῦ «ἔπαρσις τῶν χειρῶν μου». ῾Ο ἱερεὺς τὴν ἐκτενῆ ἱκεσίαν «Εἴπωμεν πάντες» [μέχρι καὶ τοῦ «῎Ετι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν»], τὴν εὐχὴν τῆς ἐκτενοῦς μυστικῶς, τὴν ἐκφώνησιν «Ὅτι ἐλεήμων» καὶ καθεξῆς τὰ τῶν κατηχουμένων κ.λπ.. Μετὰ τὴν ἐκφώνησιν «Κατὰ τὴν δωρεάν», ὁ α΄ χορὸς «Νῦν αἱ δυνάμεις τῶν οὐρανῶν σὺν ὑμῖν ἀοράτως λατρεύουσιν· ἰδοὺ γὰρ εἰσπορεύεται ὁ βασιλεὺς τῆς δόξης» ᾿Ενταῦθα, διακόπτοντος τοῦ χοροῦ τὸν ὕμνον καὶ τοῦ λαοῦ κύπτοντος μέχρις ἐδάφους, γίνεται σιωπηρῶς παρὰ τοῦ ἱερέως, προπορευομένου αὐτοῦ θυμιῶντος λαμπαδούχου, ἡ εἴσοδος τῶν προηγιασμένων θείων δώρων· εἰσελθόντος τοῦ ἱερέως εἰς τὸ ἅγιον βῆμα συνεχίζει ὁ α΄ χορὸς «᾿Ιδοὺ θυσία μυστικὴ τετελειωμένη δορυφορεῖται· πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα· ἀλληλούια»· Εἶτα ὁ ἱερεὺς «Πληρώσωμεν τὴν δέησιν» κ.λπ., τὴν ἐκφώνησιν «Καὶ καταξίωσον ἡμᾶς», ὁ προεστὼς «Πάτερ ἡμῶν», ὁ ἱερεὺς «Ὅτι σοῦ ἐστι» καί, μετὰ τὰς ἐκφωνήσεις «Πρόσσχωμεν», «Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις», ὁ α΄ χορὸς «Εἷς ἅγιος», μεθ᾿ ὃ ὁ β΄ χορὸς τὸ κοινωνικὸν «Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· ἀλληλούια». Εἰς τὴν μετὰ τὴν κοινωνίαν εὐλόγησιν ὁ α΄ χορὸς εἱρμολογικῶς εἰς ἦχον β΄ «Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· ἄρτον οὐράνιον καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· ἀλληλούια, ἀλληλούια, ἀλληλούια». Μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν «Δέσποτα παντοκράτορ», οἱ χοροὶ «Εἴη τὸ ὄνομα Κυρίου» γ΄, ὁ ἱερεὺς «Εὐλογία Κυρίου καὶ ἔλεος», «Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι», ὁ ἀναγνώστης Δόξα, Καὶ νῦν, «Κύριε, ἐλέησον» γ΄, «Πάτερ ἅγιε, εὐλόγησον» καὶ ὁ ἱερεὺς τὴν εὐχὴν τῆς ἀπολύσεως, μεθ᾿ ἣν διανέμει, ἀναγινωσκομένων τῶν ψαλμῶν λγ΄ «Εὐλογήσω τὸν Κύριον» καὶ ρμδ΄ «῾Υψώσω σε, ὁ Θεός μου», τὸ ἀντίδωρον καὶ εἶτα ἐκφωνεῖ τὸ ἐπισφράγισμα «Δι᾿ εὐχῶν τῶν ἁγίων». Εἰδήσεις. 1. Τελουμένης τῆς θείας λειτουργίας τῶν προηγιασμένων δώρων ἐν ἡμέρᾳ μνήμης ἑορταζομένου ἁγίου, ἔχοντος ᾿Απόστολον καὶ Εὐαγγέλιον, ἡ μικρὰ εἴσοδος γίνεται μετὰ τοῦ ἱεροῦ εὐαγγελίου. Εἰς τὴν περίπτωσιν αὐτὴν μετὰ τὰ στιχηρὰ τοῦ Τριῳδίου ψάλλονται τὰ τοῦ ἑορταζομένου ἁγίου καὶ οὐχὶ τὰ τῆς ἀκολουθίας τοῦ ἁγίου τῆς ἐπαύριον. 2. Εἰ τύχοι μνήμη ἑορταζομένου ἁγίου, ἀναγινώσκεται πρὸ τῆς ἐκτενοῦς ὁ ᾿Απόστολος καὶ τὸ Εὐαγγέλιον κατὰ τὴν συνήθη τάξιν· τὴν δὲ μεγάλην ῾Εβδομάδα ἀναγινώσκεται μόνον Εὐαγγέλιον.
18. Παρασκευή α΄ ἑβδομάδος τῶν νηστειῶν. Λέοντος πάπα ῾Ρώμης (†461). ῾Ο ἑσπερινὸς μετὰ προηγιασμένης. Μετὰ τὸν προοιμιακὸν καὶ τὰ «Πρὸς Κύριον» (ιη΄ κάθισμα), εἰς τὸ «Κύριε, ἐκέκραξα» (ἦχος πλ. α΄) ἀπὸ τοῦ στίχου «᾿Εξάγαγε ἐκ φυλακῆς», τὸ ἰδιόμελον «Δεῦτε πιστοί» (δίς), τὰ 4 μαρτυρικὰ τοῦ ἤχου τῆς ἑβδομάδος καὶ τὰ 4 ἰδιόμελα τοῦ ἁγίου Θεοδώρου, ἐκ τοῦ Τριῳδίου «Δεῦτε φιλομάρτυρες», Δόξα, «᾿Οργάνῳ χρησάμενος», Καὶ νῦν, «῾Ο διὰ σὲ θεοπάτωρ». Εἴσοδος μετὰ θυμιατοῦ. «Φῶς ἱλαρόν». Τὰ ἀναγνώσματα. «Κατευθυνθήτω» καὶ τὰ λοιπὰ τῆς προηγιασμένης. Τῇ Παρασκευῇ ἑσπέρας. Οἱ χαιρετισμοὶ τῆς Θεοτόκου. ᾿Αναγινώσκεται τὸ μικρὸν ἀπόδειπνον, μετὰ δὲ τὸ «῎Αξιόν ἐστιν» ψάλλεται ὁ κανὼν τοῦ ᾿Ακαθίστου «᾿Ανοίξω τὸ στόμα μου» ἀνὰ 6 τροπάρια εἰς ἑκάστην ᾠδήν (οἱ εἱρμοὶ ἄνευ στίχου, τὰ τροπάρια μετὰ στίχου «῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς», καὶ τὰ δύο τελευταῖα ἑκάστης ᾠδῆς μετὰ τοῦ «Δόξα, Καὶ νῦν»). [῾Οσάκις ἡ ᾠδὴ ἔχῃ 5 τροπάρια, ὁ εἱρμὸς ψάλλεται δίς, σημειωτέον δὲ ὅτι αἱ α΄, γ΄, ε΄, ζ΄ καὶ θ΄ ᾠδαὶ ἄρχονται ψαλλόμεναι ὑπὸ τοῦ δεξιοῦ χοροῦ, αἱ δὲ δ΄, f΄ καὶ η΄ ἄρχονται ὑπὸ τοῦ ἀριστεροῦ χοροῦ]. Εἶτα τὸ «Τῇ ὑπερμάχῳ στρατηγῷ» ἀργὸν δίχορον καὶ ἀναγινώσκεται ἡ α΄ στάσις τῶν οἴκων (Χαιρετισμῶν) τῆς Θεοτόκου (Α-Ζ). Εἶτα, «Τῇ ὑπερμάχῳ» σύντομον δίχορον, τὸ τρισάγιον καὶ τὸ κάτωθι κοντάκιον τοῦ ἁγίου Θεοδώρου. Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας, πολύαθλε· καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως ὡς ἀήττητος. «Κύριε, ἐλέησον» (μ΄), «῾Ο ἐν παντὶ καιρῷ», «῎Ασπιλε, ἀμόλυντε», «Καὶ δὸς ἡμῖν, Δέσποτα», «῾Υπερένδοξε», «῾Η ἐλπίς μου ὁ Πατήρ», «Τὴν πᾶσαν ἐλπίδα μου» καὶ εὐθὺς τὸ Εὐαγγέλιον τῆς παννυχίδος (᾿Ιω. ιε΄ 1-7), ἡ μικρὰ ἀπόλυσις, ἡ κοινὴ δέησις «Εὐξώμεθα...», ὁ α΄ χορὸς «Τὴν ὡραιότητα...» καὶ εἶτα ὁ ἱερεύς· «Δι᾿ εὐχῶν...» Εἴδησις. ῾Η τάξις αὕτη τηρεῖται καὶ κατὰ τὰς ἐφεξῆς Παρασκευάς, τῆς β΄, γ΄ καὶ δ΄ ἑβδομάδος, ἄνευ ὅμως Εὐαγγελίου. Κοντάκιον δὲ λέγεται τότε τὸ ἑξῆς, ἐφ᾿ ὅσον τὸ Σάββατον δὲν τύχῃ ἑορτὴ ἢ μνήμη ἑορταζομένου ἁγίου. «῾Ως ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους μάρτυρας· ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε».
19. † Σάββατον α΄ τῶν νηστειῶν. Μνήμη τοῦ διὰ κολλύβων θαύματος τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. ᾿Αρχίππου τοῦ ἀποστόλου. Τῷ Σαββάτῳ πρωί. Μεσονυκτικὸν τοῦ Σαββάτου ἢ τὸ σύνηθες τοιοῦτο ἐπὶ μνήμῃ ἑορταζομένου ἁγίου, ἐν ᾧ μετὰ τὸν ν΄ ψαλμὸν ψάλλονται, εἰ δόξει τῷ προεστῶτι, τὰ εἰς τὸν στίχον τῶν αἴνων κείμενα ἰδιόμελα τοῦ ἁγ. Θεοδώρου «Χορεύουσι στίφη μαρτύρων» κ.λπ. δίχα μὲν τῶν πρὸ τοῦ β΄ και γ΄ ἰδιομέλου κειμένων στίχων, ἀλλὰ μετὰ τοῦ Δόξα εἰς τὸ δ΄ καὶ τοῦ Καὶ νῦν εἰς τὸ θεοτοκίον, μεθ᾿ ἃ τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Μεγάλα τὰ τῆς πίστεως κατορθώματα»· «Κύριε, ἐλέησον» (μ΄), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», ἐκτενὴς καὶ ἀπόλυσις. Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκιον «Μεγάλα τὰ τῆς πίστεως», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Πάντα ὑπὲρ ἔννοιαν»· καθίσματα, [μετὰ τὴν α΄ στιχολ.] μόνον τὰ 3 μαρτυρικὰ τοῦ ἤχου τῆς ἑβδομάδος (τὸ νεκρώσιμον οὐ λέγεται), Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον, (ζήτει ἅπαντα ἐν τέλει τοῦ Τριῳδίου), εἶτα [μετὰ τὸν ῎Αμωμον] τὰ τοῦ ἁγίου (Τριῴδιον, Σάββατον α΄ ἑβδομ.) «Ζέων πίστεως», Δόξα, «Θεῖον δῶρον», Καὶ νῦν, θεοτοκίον «῾Η τὸν ἀχώρητον Θεόν»· ὁ ν΄ ψαλμὸς χῦμα· κανόνες, ὁ τοῦ Μηναίου καὶ οἱ δύο τοῦ ἁγ. Θεοδώρου μετὰ στίχου «῞Αγιε τοῦ Θεοῦ...»· ἀπὸ γ΄ ᾠδῆς τὰ μεσῴδια καθίσματα τοῦ ἁγίου Θεοδώρου καὶ τὸ θεοτοκίον· ἀφ᾿ f΄ τὸ κοντάκιον καὶ ὁ οἶκος τοῦ ἁγίου Θεοδώρου, τὸ μηνολόγιον τῆς ἡμέρας καὶ τὸ ὑπόμνημα τοῦ Τριῳδίου· καταβασίαι «᾿Ανοίξω τὸ στόμα μου», «Τὴν τιμιωτέραν» καὶ ἡ καταβασία «῞Απας γηγενής»· ἐξαποστειλάρια καὶ αἶνοι μετὰ τοῦ Δόξα, Καὶ νῦν, ὡς ἐν τῷ Τριῳδίῳ· δοξολογία μεγάλη καὶ ἀπολυτίκιον «Μεγάλα τὰ τῆς πίστεως». Εἰς τὴν λειτουργίαν. Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ ᾠδὴ τοῦ α΄ κανόνος τοῦ ἁγίου Θεοδώρου καὶ ἡ Ϛ΄ τοῦ β΄ κανόνος (ἢ τὰ ἀντίφωνα). ᾿Απολυτίκια μετὰ τὴν εἴσοδον «Μεγάλα τὰ τῆς πίστεως» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία»· ᾿Απόστολος τοῦ μεγαλομάρτυρος, ὃν ζήτει ᾿Οκτωβρ. 26, «᾿Ενδυναμοῦ ἐν τῇ χάριτι» (Β΄ Τιμ. β΄ 1-10)· Εὐαγγέλιον τῆς ἡμέρας, «᾿Επορεύετο ὁ ᾿Ιησοῦς ἐν τοῖς Σάββασι» (Μρκ. β΄ 23-γ΄ 5), καὶ καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱεροῦ Χρυσοστόμου· «῎Αξιόν ἐστι»· κοινωνικὸν «Εἰς μνημόσυνον»· μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν γίνεται ἡ εὐλόγησις τῶν κολλύβων μετὰ τῆς εὐχῆς «῾Ο πάντα τελεσφορήσας τῷ λόγῳ σου» (βλ. ῾Ιερατικόν), «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἀπόλυσις. Σημείωσις. ᾿Ιστέον ὅτι κατ᾿ ἀρχαίαν παράδοσιν, ἥ τις ὑπονοεῖται ἐν τῷ ἰσχύοντι Τυπικῷ, προτίθενται σήμερον πρὸς εὐλόγησιν εἰδικὰ κόλλυβα ἐπὶ τῇ μνήμῃ τοῦ ἑορταζομένου μεγαλομάρτυρος καὶ εἰς ἀνάμνησιν τοῦ ὑπ᾿ αὐτοῦ διὰ κολλύβων τελεσθέντος θαύματος, περὶ οὗ ἡ ἐν τῷ Τριῳδίῳ σχετικὴ ἱερὰ ἀκολουθία καὶ εἰδικώτερον τὸ συναξάριον αὐτῆς. ῾Επομένως ἡ ἐπικρατήσασα πολλαχοῦ πρᾶξις ὅπως προσάγωνται σήμερον κόλλυβα διὰ τοὺς κεκοιμημένους χριστιανοὺς καὶ τελῆται ἐπ᾿ αὐτῶν νεκρώσιμον τρισάγιον, γίνεται ἐκ συγχύσεως μὲ τὰ προτιθέμενα τοιαῦτα κατὰ τὰ Ψυχοσάββατα –καὶ δὴ τὰ καθιερωμένα α΄) πρὸ τῆς Κυριακῆς τῆς ᾿Απόκρεω καὶ β΄) πρὸ τῆς Πεντηκοστῆς ἑβδομάδος–. Τοῦτο δύναται βεβαίως νὰ γίνεται κατὰ τὰ Σάββατα γενικῶς, διότι ὑπὸ τῆς ἐκκλησίας εἶναι καθιερωμένα εἰς μνήμην τῶν νεκρῶν καὶ αἱ ἀκολουθίαι αὐτῶν πλεῖστα νεκρώσιμα, ὡς γνωστόν, περιλαμβάνουσι τροπάρια· κατὰ τὸ παρὸν ὅμως Σάββατον νεκρώσιμα τροπάρια οὐ λέγονται, ἀλλ᾿ ἡ ἐν τῷ Τριῳδίῳ ἀκολουθία αὐτοῦ ψάλλεται ἑορτάσιμος. ῞Οθεν θεωροῦμεν ὀρθὸν πρῶτον μὲν μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν νὰ εὐλογηθῶσι τὰ πρὸς τιμὴν τοῦ ἁγίου Θεοδώρου κόλλυβα, μετὰ δὲ τὸ «Δι᾿ εὐχῶν» τῆς λειτουργίας ὁ ἱερεὺς εὐθὺς νὰ βάλῃ «Εὐλογητὸς» καὶ νὰ τελέσῃ κατὰ τὰ εἰωθότα τὸ νεκρώσιμον τρισάγιον ἐπὶ τῶν ἄλλων κολλύβων, «ἵνα μὴ συμψάλλωνται τὰ χαρμόσυνα τοῖς πενθίμοις».
20. † ΚΥΡΙΑΚΗ Α΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ), ἐν ᾗ ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων αὐτοκρατόρων Κωνσταντινουπόλεως Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς πατριαρχείας τοῦ ἁγίου ὁμολογητοῦ Μεθοδίου. Λέοντος ἐπισκόπου Κατάνης (†780). ῏Ηχος πλ. α΄· ἑωθινὸν ε΄. Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «Μεγάλα τὰ τῆς πίστεως»· κοντάκιον «Πίστιν Χριστοῦ». Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ Ψαλτήριον, εἰς τὸ «Κύριε, ἐκέκραξα», ἀναστάσιμα 6 καὶ τοῦ Τριῳδίου 4, Δόξα, «῾Η χάρις ἐπέλαμψε», Καὶ νῦν, τὸ α΄ θεοτοκίον τοῦ ἤχου· εἴσοδος κ.λπ.· ἀπόστιχα τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τοῦ Τριῳδίου «Οἱ ἐξ ἀσεβείας»· ἀπολυτίκια τὸ ἀναστάσιμον, Δόξα, «Τὴν ἄχραντον εἰκόνα σου», Καὶ νῦν, «Πάντα ὑπὲρ ἔννοιαν». Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, Δόξα, τὸ ἐν τῷ Τριῳδίῳ διὰ τὴν λιτὴν ἰδιόμελον «Χαίρετε, προφῆται τίμιοι», Καὶ νῦν, θεοτοκίον «Τὴν πᾶσαν ἐλπίδα μου», τὰ τριαδικὰ «῎Αξιόν ἐστι», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου». Εἴδησις. Κατὰ τὴν παροῦσαν ἑβδομάδα, β΄ τῶν νηστειῶν, θὰ τελεσθῶσι τρεῖς θεῖαι λειτουργίαι προηγιασμένων δώρων, Τετάρτῃ, Πέμπτῃ καὶ Παρασκευῇ. Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια· [τὸ Ψαλτήριον καὶ ὁ ῎Αμωμος,] τὰ ἀναστάσιμα καθίσματα καὶ τὰ εὐλογητάρια· ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου. Ἡ τάξις τοῦ ἑωθινοῦ Εὐαγγελίου –εἰς τὴν συνήθη θέσιν– (μετὰ τὸν ν΄ ψαλμόν, τὰ ἰδιόμελα, Δόξα, «Τῆς μετανοίας», Καὶ νῦν, «Τῆς σωτηρίας» καὶ εἰς τὸν στίχον «᾿Ελέησόν με, ὁ Θεός», «Τὰ πλήθη»). Κανόνες, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τοῦ Τριῳδίου μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι»· ἀπὸ γ΄ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὰ μεσῴδια καθίσματα, ὡς ἐν τῷ Τριῳδίῳ· ἀφ᾿ f΄ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τοῦ Τριῳδίου, τὸ μηνολόγιον καὶ τὸ ὑπόμνημα τοῦ Τριῳδίου· καταβασίαι οἱ εἱρμοὶ «Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος»· «Τὴν τιμιωτέραν», «Λίθος ἀχειρότμητος»· «῞Αγιος Κύριος» γ΄ κ.λπ. καὶ ἐξαποστειλάρια τὸ ἀναστάσιμον, τὸ τῆς ἑορτῆς «Σκιρτήσατε, χορεύσατε» καὶ θεοτοκίον ὅμοιον «῾Ρομφαῖαι νῦν ἐξέλιπον»· εἰς τοὺς αἴνους στιχηρὰ ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς προσόμοια 3 «᾿Εν σοὶ νῦν ἀγάλλεται ἡ ἐκκλησία» κ.λπ. εἰς 4, εἰς στίχους τὰ δύο τελευταῖα «᾿Ανάστηθι, Κύριε», «᾿Εξομολογήσομαί σοι, Κύριε», Δόξα, τὸ ἐν τῷ Τριῳδίῳ ἰδιόμελον τῆς Κυριακῆς «Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας», Καὶ νῦν, «῾Υπερευλογημένη», δοξολογία μεγάλη. Μετὰ τὸ ᾀσματικὸν τῆς δοξολογίας[11] «῞Αγιος ὁ Θεὸς» κ.λπ. τελεῖται ἐπὶ τῇ ἑορτῇ τῆς ᾿Ορθοδοξίας· ῾Η λιτανεία τῶν ἱερῶν εἰκόνων ᾿Εξελθόντες τοῦ ἱ. ναοῦ, ὅ τε ἱ. κλῆρος καὶ ὁ λαὸς μετὰ τοῦ τιμίου σταυροῦ καὶ τῶν ἱ. εἰκόνων, καὶ τάξιν λιτανεύσεως ἀποτελέσαντες κατὰ τὰ εἰωθότα[12], περιερχόμεθα ἅπαξ τὸν ἱερὸν ναόν, τῶν κωδώνων αὐτοῦ χαρμοσύνως κρουομένων, τῶν δὲ χορῶν ψαλλόντων τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου», εἰς τέσσαρας στάσεις. Εἰς ἑκάστην δὲ τοῦ ναοῦ πλευρὰν γίνονται αἱ κάτωθι δεήσεις. α΄) ᾿Εν τῇ νοτίᾳ πλευρᾷ τοῦ ναοῦ δέησις ὑπὲρ τῶν ζώντων. β΄) ῎Οπισθεν τοῦ ἱεροῦ γίνεται δέησις ὑπὲρ τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων εὐσεβῶν βασιλέων, ὀρθοδόξων πατριαρχῶν, ἀρχιερέων κ.τ.λ.· οἱ χοροὶ «Αἰωνία ἡ μνήμη» (γ΄) καὶ ἡ ἐκφώνησις «῞Οτι σὺ εἶ ἡ ἀνάστασις». γ΄) ᾿Εν τῇ βορείᾳ πλευρᾷ τοῦ ναοῦ δέησις ὑπὲρ τῶν ζώντων, ὡς ἐν τῇ πρώτῃ στάσει. δ΄) Πρὸ τῆς δυτικῆς θύρας ἢ ἐντὸς τοῦ ναοῦ (ἐν τῷ σολέᾳ) ὑπὲρ τῶν ζώντων καὶ εἰς τὸ τέλος «῾Υπὲρ τοῦ διαφυλαχθῆναι» κ.λπ., «᾿Επάκουσον ἡμῶν» καὶ ἀναγινώσκει ὁ προεξάρχων ἱερεὺς (ἢ ἂν ᾖ προεξάρχων ὁ ἀρχιερεὺς) τὰς ἑξῆς περικοπὰς τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ: Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ ᾿Εκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες. Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν. ᾿Επὶ τούτοις τοὺς τῆς εὐσεβείας κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἠγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς ὀρθοδοξίας προμάχων εὐσεβῶν βασιλέων, ἁγιωτάτων πατριαρχῶν, ἀρχιερέων, διδασκάλων, μαρτύρων, ὁμολογητῶν, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» γ΄. Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων. ῾Ο χορὸς «᾿Αμήν». Εἰσερχομένων δὲ ἡμῶν εἰς τὸν ἱ. ναὸν ψάλλεται τὸ μέγα προκείμενον «Τίς Θεὸς μέγας», καὶ εἶτα τὸ «Σήμερον σωτηρία».
῾Η λιτανεία τῶν ἱερῶν εἰκόνων κατὰ τὴν τάξιν τῶν πατριαρχείων ᾿Αλεξανδρείας καὶ ᾿Ιεροσολύμων Τῶν ἱερέων καὶ τῶν φερόντων τὰς ἱ. εἰκόνας χριστιανῶν προσερχομένων καὶ ἱσταμένων εἰς τὸν σολέα, ἐκφωνεῖ ὁ διάκονος «Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν εἴσοδον», ὁ ἀρχιερεὺς ἀπὸ τῶν βημοθύρων, κρατῶν μετὰ χεῖρας τὸν τίμιον Σταυρόν, «Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεί», ὁ χορὸς «᾿Αμήν», μεθ᾿ ὃ ὁ ἀρχιερεὺς ἀναγινώσκει ἀπὸ τῶν βημοθύρων τὸ προοίμιον τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ: «᾿Εποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστία, καθ᾿ ἣν ἡμέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ ἐκκλησίαν σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων. Προφητικαῖς ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχειούμενοι, τῶν ἐγκαινίων τὴν ἡμέραν ἑορτάζομεν, καὶ ταύτῃ εὐχαῖς καὶ λιτανείαις συνευφραινόμενοί τε καὶ συναγαλλόμενοι ψαλμοῖς ἐκβοῶμεν καὶ ᾄσμασιν». Εἶθ᾿ οὕτως ἐκκινεῖ ἡ ἱερὰ πομπὴ πρὸς τὴν βορείαν πύλην τοῦ ναοῦ, προπορευομένων τῶν ἐπιτρόπων κρατούντων κηρολαμπάδας, ἑπομένων τῶν κρατούντων τὰ λάβαρα, τοὺς φανούς, τὰ ἑξαπτέρυγα, τῶν χορῶν ψαλλόντων τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου», τῶν φερόντων τὰς εἰκόνας καὶ τῶν διακόνων μετὰ θυμιατηρίων θυμιώντων τὸν εἰς χεῖρας τοῦ ἀρχιερέως εὑρισκόμενον τίμιον Σταυρόν. ῞Οταν ὁ ἀρχιερεὺς φθάσῃ εἰς τὴν βορείαν θύραν τοῦ ναοῦ, ἱσταμένης τῆς πομπῆς, ἀναγινώσκει ὁ προϊστάμενος τὸ α΄ ἄρθρον τοῦ συμβόλου τῆς πίστεως «Πιστεύω εἰς ἕνα Θεόν... πάντων καὶ ἀοράτων», μεθ᾿ ὃ ὁ ἀρχιερεὺς ἐκφώνως Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν, λόγῳ, στόματι, καρδίᾳ καὶ νῷ, γραφῇ τε καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» γ΄. Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον, καὶ ταύτης τὸ κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» γ΄. Τῶν πιστευόντων καὶ διακηρυκευομένων, ἤ τοι εὐαγγελιζομένων, τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι᾿ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» γ΄. Καὶ ἐκκινεῖ πάλιν ἡ πομπὴ πρὸς τὴν δυτικὴν θύραν τοῦ ναοῦ, τῶν χορῶν ψαλλόντων τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου»· τοῦ ἀρχιερέως φθάσαντος ἐπὶ τὴν δυτικὴν θύραν, ἵσταται ἡ πομπὴ καὶ ὁ προϊστάμενος ἀναγινώσκει τὰ χριστολογικὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως «Καὶ εἰς ἕνα Κύριον ᾿Ιησοῦν Χριστὸν» μέχρι καὶ τοῦ «οὐκ ἔσται τέλος», μεθ᾿ ἃ ὁ ἀρχιερεὺς ἐκφώνως· «Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες. Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν». Καὶ τῶν χορῶν ψαλλόντων τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» ἐκκινεῖ ἡ πομπὴ πρὸς τὴν μεσημβρινὴν θύραν τοῦ ναοῦ· ὅταν ὁ ἀρχιερεὺς φθάσῃ πρὸ αὐτῆς, ἵσταται ἡ πομπή, καὶ ὁ προϊστάμενος ἀναγινώσκει τὰ λοιπὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως «Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον» μέχρι τέλους. Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως Μιχαὴλ τοῦ ὀρθοδόξου ἡμῶν βασιλέως καὶ Θεοδώρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» γ΄. Βασιλείου, Κωνσταντίνου, Λέοντος, ᾿Αλεξάνδρου, Χριστοφόρου, Νικηφόρου, ᾿Ανδρονίκου, ᾿Ισαακίου, ᾿Αλεξίου καὶ Θεοδώρου τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀνταλλαξαμένων, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» γ΄. ᾿Ιγνατίου, Φωτίου, Στεφάνου, ᾿Αντωνίου, ᾿Ιωσὴφ καὶ πάντων τῶν ἁγιωτάτων πατριαρχῶν τῶν ὑπὲρ τῆς πίστεως ἡμῶν ἀγωνισαμένων, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» γ΄. Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων. ῾Ο χορὸς «᾿Αμὴν» καὶ ψάλλεται τὸ ἀκροτελεύτιον τοῦ ἀπολυτικίου «Χαρᾶς ἐπλήρωσας τὰ πάντα» κ.λπ.. Τούτου ψαλλομένου ἡ πομπὴ ἐπιστρέφει εἰς τὸν σολέα, ἔνθα ὁ ἀρχιερεὺς ψάλλει ἀπὸ τῶν βημοθύρων τὸν ψαλμικὸν στίχον «Τίς Θεὸς μέγας», ὃν ἐπαναλαμβάνουσιν οἱ χοροὶ ἀνὰ μίαν, καὶ εἶτα τὸ «Σήμερον σωτηρία».
Εἰς τὴν λειτουργίαν Ψάλλονται τὰ ἀντίφωνα ὡς ἑξῆς. ᾿Αντίφωνον α΄ ῾Ο Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥ τις οὐ σαλευθήσεται. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς. Δόξα, Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς. ᾿Αντίφωνον β΄ ᾿Εξομολογησάσθωσαν τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, ᾿Αλληλούια. ῾Υψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... ᾿Οφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... Δόξα, Καὶ νῦν. «῾Ο μονογενὴς Υἱός». ᾿Αντίφωνον γ΄ Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. «Τὴν ἄχραντον εἰκόνα σου...» Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. «Τὴν ἄχραντον εἰκόνα σου...» Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. «Τὴν ἄχραντον εἰκόνα σου...» Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς»· μετὰ τὴν εἴσοδον, ἀπολυτίκια τὸ ἀναστάσιμον, «Τὴν ἄχραντον εἰκόνα σου» καὶ τοῦ ναοῦ, κοντάκιον «Τῇ ὑπερμάχῳ»· ᾿Απόστολος Κυρ. α΄ νηστ., «Πίστει Μωυσῆς μέγας γενόμενος» (῾Εβρ. ια΄ 24-26, 32-40)· Εὐαγγέλιον ὁμοίως, «᾿Ηθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν» (᾿Ιω. α΄ 44-52)· καὶ καθεξῆς ἡ θ. λειτουργία τοῦ μεγ. Βασιλείου· εἰς τὸ ᾿Εξαιρέτως «᾿Επὶ σοὶ χαίρει»· κοινωνικὸν «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς».
Τῇ αὐτῇ Κυριακῇ ἑσπέρας. Εἰς τὴν θ΄. ᾿Απολυτίκια τὸ ἀναστάσιμον καὶ τὸ «Τὴν ἄχραντον εἰκόνα σου»· ἡ ὑπακοὴ τοῦ ἤχου. Εἰς τὸν (κατανυκτικὸν) ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν (ἄνευ Ψαλτηρίου) εἰς τὸ «Κύριε, ἐκέκραξα» ἑσπέρια εἰς στίχους 10, κατανυκτικὰ τοῦ ἤχου τῆς ἑβδομάδος 4 (ζήτει αὐτὰ ἐν τέλει τοῦ Τριῳδίου), στιχηρὰ τοῦ Τριῳδίου προσόμοια 3 «Δίδου μοι κατάνυξιν», «Μωσῆς ὁ θεσπέσιος», «Τὰ τῶν νηστειῶν νῦν δισέβδομα» καὶ τοῦ Μηναίου (Φεβρουαρίου 21) ἕτερα 3, Δόξα, Καὶ νῦν, τὸ ἐν συνεχείᾳ προσόμοιον θεοτοκίον «῞Ολος ὁ βίος μου»· εἴσοδος μετὰ θυμιατοῦ, «Φῶς ἱλαρὸν» καὶ τὸ μέγα προκείμενον «῎Εδωκας κληρονομίαν», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ τάξιν· εἰς τὸν στίχον, τὸ ἰδιόμελον τοῦ Τριῳδίου «Δεῦτε ἐκκαθάρωμεν ἑαυτοὺς» (δὶς) καὶ τὸ ὁμόηχον μαρτυρικὸν «Μάρτυρες Κυρίου», Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον «Τὰ οὐράνια ὑμνεῖ σε»· «Νῦν ἀπολύεις», τρισάγιον κ.λπ., ὡς ἐσημειώθησαν εἰς τὸ λυχνικὸν τῆς Κυριακῆς τῆς Τυρινῆς.
21. Δευτέρα β΄ ἑβδομάδος τῶν νηστειῶν. Τιμοθέου ὁσίου τοῦ ἐν Συμβόλοις († θ΄ αἰ.). Πᾶσαι αἱ ἀκολουθίαι κατὰ τὴν τάξιν τῆς τεσσαρακοστῆς. Εἴδησις. ᾿Ιστέον ὅτι ἀπὸ τῆς σήμερον ψάλλονται οἱ κανόνες τοῦ Μηναίου ἐν τοῖς μεγάλοις ἀποδείπνοις, οἱ ἀπὸ τοῦ Σαββάτου τοῦ Λαζάρου (ἐφέτος ἐπειδὴ τῷ Σαββάτῳ τοῦ Λαζάρου συμπίπτει ὁ Εὐαγγελισμός, οὗ τινος ἡ ἀκολουθία οὐδέποτε παραλείπεται, ἀρχόμεθα ἀπὸ τῆς Κυριακῆς τῶν Βαΐων, ἤ τοι ἀπὸ τοῦ κανόνος τοῦ Μηναίου τῆς 26ης Μαρτίου) μέχρι τῆς Κυριακῆς τοῦ ᾿Αντίπασχα (᾿Απριλίου 9) ὁμοῦ μετὰ τῶν καθ᾿ ἡμέραν καὶ κατ᾿ ἦχον κανόνων τῆς Θεοτόκου ἐκ τοῦ Θεοτοκαρίου. ᾿Απὸ γ΄ ᾠδῆς καθίσματα τοῦ Μηναίου καὶ ἀφ᾿ Ϛ΄ τὰ τῆς Θεοτόκου· καὶ μετὰ τὴν πλήρωσιν τοῦ Μηναίου τὰ προσόμοια αὐτοῦ καὶ Θεοτοκίον ὅμοιον· προηγοῦνται δὲ οἱ κανόνες τῆς Θεοτόκου (βλέπε Τριῴδιον, Κυρ. ᾿Ορθοδοξίας μετὰ τὸν ἑσπερινόν).
22. Τρίτη β΄ ἑβδομάδος τῶν νηστειῶν. ῾Η εὕρεσις τῶν ἱ. λειψάνων τῶν ἁγίων μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου (395-423). Πᾶσαι αἱ ἀκολουθίαι κατὰ τὴν τάξιν τῆς τεσσαρακοστῆς.
23. Τετάρτη β΄ ἑβδομάδος τῶν νηστειῶν. Πολυκάρπου ἱερομάρτ. ἐπισκ. Σμύρνης († 166). Πᾶσαι αἱ ἀκολουθίαι κατὰ τὴν τάξιν τῆς τεσσαρακοστῆς. ῾Ο ἑσπερινὸς μετὰ προηγιασμένης θ. λειτουργίας. Μετὰ τὸν προοιμιακὸν καὶ τὰ «Πρὸς Κύριον» (ιη΄ κάθισμα), εἰς τὸ «Κύριε, ἐκέκραξα», ἀπὸ τοῦ στίχου «᾿Εξάγαγε ἐκ φυλακῆς» τὸ ἰδιόμελον «Τὴν πνευματικήν, ἀδελφοί» (δίς), τὸ μαρτυρικὸν «Πανεύφημοι μάρτυρες» καὶ τὰ 3 τῆς σειρᾶς προσόμοια τοῦ Τριῳδίου, εἶτα τοῦ προδρόμου (τῆς 24ης Φεβρουαρίου) ἕτερα 3 «Χαίροις ἡ ἱερὰ κεφαλὴ» κ.λπ., Δόξα, τὸ ἰδιόμελον τοῦ προδρόμου «Θησαυρὸς ἐνθέων δωρεῶν», Καὶ νῦν, τὸ ἐν συνεχείᾳ θεοτοκίον «Μεταβολὴ τῶν θλιβομένων»· εἴσοδος, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, «Κατευθυνθήτω» καὶ τὰ λοιπὰ τῆς προηγιασμένης.
25. Πέμπτη β΄ ἑβδομάδος τῶν νηστειῶν. † Τοῦ προφήτου, προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου ἐπὶ τῇ α΄ καὶ β΄ εὑρέσει τῆς τιμίας κεφαλῆς αὐτοῦ. Εἰς τὸν ὄρθρον (ψαλλόμενον ἑορτάσιμον). ῾Ο ἑξάψαλμος· εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀπολυτίκιον«᾿Εκ γῆς ἀνατείλασα», Δόξα, τὸ αὐτό, Καὶ νῦν, θεοτοκίον «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον»· [τὸ ψαλτήριον καὶ ὁ πολυέλεος]· τὰ καθίσματα τοῦ Μηναίου μετὰ τῶν θεοτοκίων αὐτῶν· τὸ α΄ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ΄ ἤχου μετὰ τοῦ προκειμένου τοῦ Μηναίου «᾿Εκεῖ ἐξανατελῶ» καὶ ἡ τάξις τοῦ Εὐαγγελίου τοῦ ὄρθρου, ἐν ᾗ Εὐαγγέλιον τοῦ προδρόμου, ὃ ζήτει Πέμ. γ΄ ἑβδ. Λουκᾶ, «᾿Εξῆλθεν ὁ λόγος τοῦ ᾿Ιησοῦ» (Λκ. ζ΄ 17-30). ῾Ο ν΄ ψαλμὸς χῦμα· κανόνες, ὁ τοῦ Μηναίου καὶ τοῦ Τριῳδίου· ἀπὸ γ΄ ᾠδῆς τὸ μεσῴδιον κάθισμα τοῦ Μηναίου μετὰ τοῦ θεοτοκίου· ἀφ᾿ Ϛ΄ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τοῦ Προδρόμου καὶ τὸ συναξάριον· καταβασίαι οἱ εἱρμοὶ «᾿Ανοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής»· ἐξαποστειλάριον τοῦ Προδρόμου καὶ τὸ θεοτοκίον· εἰς τοὺς αἴνους τὸ διὰ τὸν στίχον τῶν αἴνων ἰδιόμελον τῆς ἡμέρας ἐκ τοῦ Τριῳδίου ἅπαξ καὶ τὰ 3 στιχηρὰ προσόμοια τοῦ Προδρόμου, Δόξα, «Τὴν πανσεβάσμιον κάραν», Καὶ νῦν, τὸ ἐν συνεχίᾳ θεοτοκίον «Θεοτόκε σὺ εἶ ἡ ἄμπελος... μετὰ τοῦ προδρόμου», δοξολογία μεγάλη, τὸ ἀπολυτίκιον τοῦ Προδρόμου, Δόξα, Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον». Εὐθὺς μετὰ τὸ ἀπολυτίκιον «Δεῦτε προσκυνήσωμεν» (γ΄), καὶ αἱ ὧραι λιταί, λέγοντες εἰς ἑκάστην χῦμα, μετὰ μὲν τοὺς ψαλμούς, Δόξα, τὸ ἀπολυτίκιον τοῦ Προδρόμου, Καὶ νῦν, τὸ ἐνδιάτακτον τῆς ὥρας θεοτοκίον, μετὰ δὲ τὸ τρισάγιον κ.λπ. τὸ κοντάκιον τοῦ Προδρόμου. Εἰς τὴν θ΄ ὥραν συνάπτονται, ὡς συνήθως, οἱ μακαρισμοί, εἶτα «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., τὸ «Πιστεύω εἰς ἕνα Θεόν», «῎Ανες, ἄφες» καὶ λέγεται μόνον τὸ κοντάκιον τοῦ Προδρόμου· «῾Ο Θεὸς οἰκτιρήσαι ἡμᾶς» καὶ τὰς 3 μεγ. μετανοίας, «Παναγία Τριάς, τὸ ὁμοούσιον κράτος» καὶ εὐθὺς ἡ (μικρὰ) ἀπόλυσις μετὰ τοῦ «Δι᾿ εὐχῶν», εὐθὺς δὲ ἄρχεται· ῾Ο ἑσπερινὸς μετὰ τῆς θ. λειτουργίας τῶν προηγιασμένων δώρων. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ ιη΄ κάθισμα τοῦ Ψαλτηρίου, εἰς τὸ «Κύριε, ἐκέκραξα» ἑσπέρια εἰς στίχους 10, τὸ τῶν ἀποστίχων ἰδιόμελον τῆς ἡμέρας (ἐκ τοῦ Τριῳδίου) δὶς καὶ τὸ μετ᾿ αὐτὸ μαρτυρικὸν ἅπαξ, εἶτα τὰ 3 τῆς σειρᾶς ἑσπέρια προσόμοια τοῦ Τριῳδίου καὶ ἐκ τοῦ Μηναίου τοῦ Προδρόμου προσόμοια, ἃ ζήτει εἰς τὸν μετὰ τὸν ὄρθρον κείμενον ἑσπερινόν, «Δεῦτε τὴν τιμίαν κεφαλήν» κ.λπ. εἰς 4, Δόξα, τὸ ἰδιόμελον αὐτοῦ «῾Η τῶν θείων ἐννοιῶν», Καὶ νῦν, τὸ ἐν συνεχείᾳ προσόμοιον σταυροθεοτοκίον «Πόνους ὑπομείνασα πολλούς»· εἴσοδος μετὰ τοῦ Εὐαγγελίου, «Φῶς ἱλαρόν», «Κατευθυνθήτω», μεθ᾿ ὃ ἀναγινώσκεται ὁ ᾿Απόστολος τοῦ προδρόμου, ὃν ζήτει Κυρ. ιε΄ ἐπιστ., «῾Ο Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι» (Β΄ Κορ. δ΄ 6-15), καὶ τὸ Εὐαγγέλιον αὐτοῦ, ὃ ζήτει Δευτ. δ΄ ἑβδ. Ματθ., «᾿Ακούσας ὁ ᾿Ιωάννης ἐν τῷ δεσμωτηρίῳ» (Μτθ. ια΄ 2-15)· · καθεξῆς δὲ ἡ θ. λειτουργία τῶν προηγιασμένων δώρων· κοινωνικὸν «Εἰς μνημόσυνον», «Εὐλογήσω τὸν Κύριον» καὶ ἀπόλυσις. Σημείωσις. ᾿Εν τῇ τραπέζῃ κατάλυσις οἴνου καὶ ἐλαίου.
25. Παρασκευή β΄ ἑβδομάδος τῶν νηστειῶν. Ταρασίου Κων/πόλεως (784-806). Τῷ πρωί. Τὸ μεσονυκτικόν, ὁ ὄρθρος τῆς ἡμέρας καὶ αἱ ὧραι, ὡς προδεδήλωται. ῾Ο ἑσπερινὸς μετὰ τῶν προηγιασμένων. Μετὰ τὸν προοιμιακὸν καὶ τὰ «Πρὸς Κύριον» (ιη΄ κάθισμα), εἰς τὸ «Κύριε, ἐκέκραξα», ἀπὸ τοῦ στίχου «᾿Εξάγαγε ἐκ φυλακῆς» τὸ ἰδιόμελον «Νῦν καιρὸς εὐπρόσδεκτος» (δίς), τὰ 4 μαρτυρικὰ τοῦ ἤχου τῆς ἑβδομάδος (ὅρα ἐν τέλει τοῦ Τριῳδίου) καὶ ἐκ τοῦ Μηναίου (Φεβρουαρίου 26) προσόμοια 3 εἰς 4, Δόξα, τὸ νεκρώσιμον τοῦ ἤχου (Τριῴδιον), Καὶ νῦν, τὸ α΄ θεοτοκίον τοῦ ἤχου τῆς ἑβδομάδος· εἴσοδος, «Φῶς ἱλαρόν», ἀναγνώσματα, «Κατευθυνθήτω» καὶ τὰ λοιπὰ τῆς προηγιασμένης. Τῇ Παρασκευῇ ἑσπέρας. Οἱ β΄ χαιρετισμοὶ τῆς Θεοτόκου. Τὸ ἑσπέρας εἰς τὸ μικρὸν ἀπόδειπνον μετὰ τὸ «῎Αξιόν ἐστι» ψάλλεται ὁ κανὼν τῆς Θεοτόκου «᾿Ανοίξω τὸ στόμα μου» ἀνὰ 6 τροπάρια εἰς ἑκάστην ᾠδήν, καὶ εἶτα τὸ κοντάκιον «Τῇ ὑπερμάχῳ» ἀργὸν δίχορον, μεθ᾿ ὃ ἐκφωνεῖται παρὰ τοῦ ἱερέως ἐμμελῶς ἡ β΄ στάσις τῶν οἴκων τοῦ ἀκαθίστου ὕμνου «῎Ηκουσαν οἱ ποιμένες»· εἶθ᾿ οὕτω «Τῇ ὑπερμάχῳ» σύντομον δίχορον, τρισάγιον κ.λπ., κοντάκιον «῾Ως ἀπαρχὰς τῆς φύσεως», «Κύριε, ἐλέησον» (μ΄), «῾Ο ἐν παντὶ καιρῷ» καὶ τὰ λοιπὰ τοῦ μικροῦ ἀποδείπνου· μετὰ τὴν εὐχὴν τῆς (μικρᾶς) ἀπολύσεως ἡ κοινὴ δέησις «Εὐξώμεθα», ὁ α΄ χορὸς τὸ κάθισμα «Τὴν ὡραιότητα τῆς παρθενίας σου» μετὰ μέλους καὶ εἶτα ὁ ἱερεὺς τὸ «Δι᾿ εὐχῶν».
26. Σάββατον α΄ ἑβδομάδος τῶν νηστειῶν. Πορφυρίου ἐπισκ. Γάζης (†420). Τῷ Σαββάτῳ πρωί. Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, τὰ εἰρηνικὰ καὶ τὴν ἐκφώνησιν «῞Οτι πρέπει σοι», οἱ χοροὶ εἰς ἦχον β΄ τὸ ἀλληλουϊάριον ψαλλόμενον τετράκις, ἀνὰ τρὶς ἑκάστην φοράν, δὶς ἄνευ στίχων καὶ δὶς ἐφύμνιον τῶν στίχων «Μακάριοι οὓς ἐξελέξω», «Καὶ τὸ μνημόσυνον αὐτῶν», μεθ᾿ ὃ ἀπολυτίκια, τὸ μαρτυρικὸν «᾿Απόστολοι, μάρτυρες», Δόξα, τὸ νεκρώσιμον «Μνήσθητι, Κύριε», Καὶ νῦν, θεοτοκίον, «Μῆτερ ἁγία»· ἐν συνεχείᾳ [τὰ καθίσματα τοῦ Ψαλτηρίου,] μικρὰ συναπτὴ μετ᾿ ἐκφωνήσεως «῞Οτι σὸν τὸ κράτος», καὶ οἱ χοροὶ τὰ 3 μαρτυρικὰ καθίσματα τοῦ ἤχου τῆς ἑβδομάδος, εἰς τοὺς στίχους αὐτῶν τὰ δύο τελευταῖα, Δόξα, τὸ νεκρώσιμον αὐτῶν, Καὶ νῦν, τὸ α΄ θεοτοκίον· εὐθὺς τὰ νεκρώσιμα εὐλογητάρια, μεθ᾿ ἃ γίνεται ὑπὸ τοῦ ἱερέως (ἱσταμένου ἢ πρὸ τῆς εἰκόνος τοῦ δεσπότου Χριστοῦ, ἐὰν κάτωθι αὐτῆς εὑρίσκωνται ὑπὲρ ἀποιχομένων κόλλυβα, ἢ ἄλλως πρὸ τῆς ἁγίας Τραπέζης) τὸ μνημόσυνον τῶν κεκοιμημένων, ὡς ἐσημειώθη εἰς τὸν ἑσπερινὸν τοῦ Σαββάτου τῆς ἀπόκρεω· εἶτα οἱ χοροὶ τὸ νεκρώσιμον κάθισμα τοῦ πλ. α΄ ἤχου «᾿Ανάπαυσον, σωτὴρ ἡμῶν», Δόξα, τὸ ἀκροτελεύτιον αὐτοῦ «Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ», Καὶ νῦν, θεοτοκίον «῾Ο ἐκ παρθένου ἀνατείλας»· ὁ ν΄ χῦμα, ἡ στιχολογία τῶν ἐννέα ᾠδῶν καὶ ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν, ἀπὸ δὲ τῆς ς΄ ᾠδῆς μετὰ τοῦ ἐν τῷ Τριῳδίῳ κανόνος, αἱ ᾠδαὶ τοῦ ὁποίου ἕπονται τῶν συστοίχων ᾠδῶν τοῦ Μηναίου· ἀπὸ γ΄ ᾠδῆς ὁ εἱρμός, αἴτησις μετ᾿ ἐκφωνήσεως «῞Οτι σὺ εἶ ὁ Θεός», τὸ μεσῴδιον τοῦ Μηναίου κάθισμα, Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον· ἀφ᾿ f΄ ᾠδῆς τοῦ τετραῳδίου ὁ εἱρμὸς αὐτοῦ «Βυθός μοι τῶν παθῶν ἐπανέστη», αἴτησις μετ᾿ ἐκφωνήσεως «Σὺ γὰρ εἶ ὁ βασιλεύς», εἶτα τὸ κοντάκιον μετὰ τοῦ οἴκου τοῦ Μηναίου [ἐὰν δὲ οὐκ ἔχῃ τὸ Μηναῖον, τότε τὸ νεκρώσιμον κοντάκιον «Μετὰ τῶν ἁγίων» καὶ τὸ μαρτυρικὸν «῾Ως ἀπαρχὰς τῆς φύσεως» (βλέπε ῾Ωρολόγιον, ᾿Ακολουθία τῶν τυπικῶν)], καὶ τὸ συναξάριον· μετὰ τὴν πλήρωσιν τῶν κανόνων, ὁ β΄ χορὸς εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» τὸν εἱρμὸν τῆς η΄ ᾠδῆς τοῦ τετραῳδίου «Τὸν ἐξ ἀνάρχου»· «Τὴν τιμιωτέραν», τὸν εἱρμὸν τῆς θ΄ ᾠδῆς τοῦ τετραῳδίου «Σὲ τὴν ἀθάνατον πηγὴν» καὶ τὸ «῎Αξιόν ἐστι»· μετὰ τὴν συνήθη αἴτησιν καὶ ἐκφώνησιν, [τὸ φωταγωγικὸν τοῦ ἤχου δίς], τὰ ἐξαποστειλάρια τοῦ Σαββάτου «῾Ο ἐν ἁγίοις μόνος», «῾Ο καὶ νεκρῶν καὶ ζώντων» καὶ θεοτοκίον «῾Ο γλυκασμὸς τῶν ἀγγέλων» (βλέπε εἰς ῾Ωρολόγιον)· εἰς τοὺς αἴνους τὰ 4 μαρτυρικὰ τοῦ ἤχου τῆς ἑβδομάδος, Δόξα, τὸ νεκρώσιμον αὐτῶν, Καὶ νῦν, τὸ θεοτοκίον, ὡς ἐν τέλει τοῦ Τριῳδίου· ὁ προεστὼς «Σοὶ δόξα πρέπει», ἡ δοξολογία χῦμα καὶ τὰ λοιπὰ ὡς συνήθως· εἰς τὸν στίχον τῶν αἴνων τὰ τοῦ ἤχου νεκρώσιμα προσόμοια τοῦ Θεοφάνους (βλέπε ἐν τέλει τοῦ Τριῳδίου)· «᾿Αγαθὸν τὸ ἐξομολογεῖσθαι», τρισάγιον κ.λπ. καὶ τὰ ἀπολυτίκια τοῦ τέλους τοῦ ὄρθρου τῆς μετ᾿ ᾿Αλληλούια ἀκολουθίας τοῦ Σαββάτου «᾿Απόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε», Καὶ νῦν, θεοτοκίον «Μήτηρ ἁγία». Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα καὶ εἰσοδικὸν τῶν καθημερινῶν, ἀπολυτίκια «᾿Απόστολοι, μάρτυρες», «Μνήσθητι, Κύριε» καὶ τοῦ ναοῦ, κοντάκιον «῾Ως ἀπαρχὰς τῆς φύσεως»· ᾿Απόστολος Σαβ. β΄ ἑβδ. νηστ., «Βλέπετε μήποτε ἔσται» (῾Εβρ. γ΄ 12-16)· Εὐαγγέλιον ὁμοίως, «᾿Απῆλθεν ὁ ᾿Ιησοῦς εἰς ἔρημον τόπον» (Μρ. α΄ 35-44), καὶ καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱ. Χρυσοστόμου· «῎Αξιόν ἐστι»· «Μακάριοι οὓς ἐξελέξω»· «Εἴδομεν τὸ φῶς»· ἐὰν ἔχωσι προτεθῆ κόλλυβα ὑπὲρ κεκοιμημένων, μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν ψάλλονται τὰ νεκρώσιμα τροπάρια «Μετὰ πνευμάτων δικαίων» κ.λπ. καὶ μνημονεύονται παρὰ τοῦ ἱερέως ἱσταμένου πρὸ τῶν βημοθύρων τὰ ὀνόματα ὑπὲρ ὧν τὰ κόλλυβα· εἶτα τὸ «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἡ συνήθης εὐχὴ τῆς ἀπολύσεως. Εἴδησις. Οὗτος ὁ τύπος τηρεῖται καὶ κατὰ τὰ Σάββατα τῶν ἑπομένων γ΄ καὶ δ΄ ἑβδομάδων, ἐναλλασσομένων τῶν καθισμάτων, μαρτυρικῶν καὶ νεκρωσίμων τοῦ ἤχου τῆς ἑβδομάδος· ἐκτὸς εἰ τύχοι ἑορτὴ ἢ μνήμη ἁγίου.
27. † ΚΥΡΙΑΚΗ Β΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ, ἐν ᾗ μνήμην ἐπιτελοῦμεν τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου, ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ Παλαμᾶ. Προκοπίου Δεκαπολίτου. ῏Ηχος πλ. β΄, ἑωθινὸν ι΄ (τυπικὸν Τριῳδίου §§35-37). Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ Ψαλτήριον, εἰς τὸ «Κύριε, ἐκέκραξα» ἀναστάσιμα 6, τοῦ Τριῳδίου 3 εἰς 4, Δόξα, «῞Οσιε τρισμάκαρ», Καὶ νῦν, τὸ α΄ θεοτοκίον τοῦ ἤχου· εἴσοδος κ.λπ.· εἰς τὰ ἀπόστιχα τὰ ἀναστάσιμα στιχηρά, Δόξα, «῾Η γρήγορος γλῶσσά σου», Καὶ νῦν, «᾿Ανύμφευτε παρθένε»· τὸ ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, «᾿Ορθοδοξίας ὁ φωστήρ», Καὶ νῦν, «῾Ο δι᾿ ἡμᾶς γεννηθείς». Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «῎Αξιόν ἐστι», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου. Εἴδησις. Κατὰ τὴν παροῦσαν ἑβδομάδα, γ΄ τῶν νηστειῶν, θὰ τελεσθῶσι δύο θ. λειτουργίαι προηγιασμένων δώρων, τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ. Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια· [τὸ Ψαλτήριον καὶ ὁ ῎Αμωμος,] τὰ ἀναστάσιμα καθίσματα καὶ τὰ εὐλογητάρια· ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου. Ἡ τάξις τοῦ ἑωθινοῦ Εὐαγγελίου –εἰς τὴν συνήθη θέσιν– (μετὰ τὸν ν΄ ψαλμὸν τὰ ἰδιόμελα Δόξα, «Τῆς μετανοίας», Καὶ νῦν, «Τῆς σωτηρίας» καὶ εἰς τὸν στίχον «᾿Ελέησόν με, ὁ Θεός», «Τὰ πλήθη»). Κανόνες, ὁ ἀναστάσιμος καὶ ὁ τοῦ Τριῳδίου· ἀπὸ γ΄ ᾠδῆς τὸ κοντάκιον καὶ ὁ οἶκος τοῦ ἱεράρχου, εἶτα τὸ μεσῴδιον κάθισμα τοῦ Τριῳδίου καὶ τὸ θεοτοκίον· ἀφ᾿ f΄ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου, τὸ μηνολόγιον καὶ τὸ ὑπόμνημα τοῦ Τριῳδίου· μετὰ τὴν πλήρωσιν τῶν κανόνων καταβασίαι οἱ εἱρμοὶ «᾿Ανοίξω τὸ στόμα μου», «Τὴν τιμιωτέραν», «῞Απας γηγενής»· «῞Αγιος Κύριος» γ΄ κ.λπ. καὶ τὸ (f΄) ἀναστάσιμον ἐξαποστειλάριον, τοῦ ἱεράρχου «Χαῖρε, πατέρων καύχημα» καὶ θεοτοκίον ὅμοιον «Δέσποινα, πάντων ἄνασσα»· εἰς τοὺς αἴνους στιχηρὰ ἀναστάσιμα 4 καὶ τοῦ ἱεράρχου προσόμοια 3 «Τὴν μακαρίαν ἐν κόσμῳ» κ.λπ. εἰς 4, εἰς τοὺς πρὸ αὐτῶν στίχους τὰ δύο τελευταῖα, Δόξα, τὸ ἐν τῷ Τριῳδίῳ ἰδιόμελον τῆς Κυριακῆς «Τοῖς ἐν σκότει ἁμαρτημάτων», Καὶ νῦν, «῾Υπερευλογημένη», δοξολογία μεγάλη, «Σήμερον σωτηρία». Εἰς τὴν λειτουργίαν. Tὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 ἀναστάσιμα τροπάρια τοῦ ἤχου καὶ ἡ Ϛ΄ ᾠδὴ τοῦ ἱεράρχου εἰς 4 (ἢ τὰ συνήθη ἀντίφωνα). Μετὰ τὴν εἴσοδον, τὸ ἀναστάσιμον ἀπολυτίκιον, «᾿Ορθοδοξίας ὁ φωστὴρ» καὶ τοῦ ναοῦ, κοντάκιον «Τῇ ὑπερμάχῳ»· ᾿Απόστολος –μετὰ προκειμένου τοῦ ἤχου– Κυρ. β΄ νηστ., «Κατ᾿ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας» (῾Εβρ. α΄ 10-β΄ 3)· Εὐαγγέλιον ὁμοίως, «Εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς Καπερναοὺμ» (Μρκ. β΄ 1-12) καὶ καθεξῆς ἡ θ. λειτουργία τοῦ μεγ. Βασιλείου· εἰς τὸ ᾿Εξαιρέτως «᾿Επὶ σοὶ χαίρει»· κοινωνικὸν «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς». Τῇ Κυριακῇ ἑσπέρας. Εἰς τὴν θ΄. Τὸ ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, «᾿Ορθοδοξίας ὁ φωστήρ»· ἡ ὑπακοὴ τοῦ ἤχου. Εἰς τὸν (κατανυκτικὸν) ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν (ἄνευ Ψαλτηρίου) εἰς τὸ «Κύριε, ἐκέκραξα», κατανυκτικὰ 4 τοῦ ἤχου τῆς ἑβδομάδος (ζήτει ἐν τέλει τοῦ Τριῳδίου), προσόμοια 3 τοῦ Τριῳδίου «᾿Αμέτρητά σοι πταίσας» κ.λπ. καὶ 3 τοῦ Μηναίου (28 Φεβρουαρίου), Δόξα, Καὶ νῦν, τὸ ἐν συνεχείᾳ προσόμοιον θεοτοκίον· εἴσοδος μετὰ θυμιατοῦ, «Φῶς ἱλαρόν», μέγα προκείμενον «Μὴ ἀποστρέψῃς»· εἰς τὰ ἀπόστιχα τὸ ἰδιόμελον «Χαλινοὺς ἀποπτύσας» (δίς), καὶ τὰ λοιπὰ τοῦ Τριῳδίου· «Νῦν ἀπολύεις», τρισάγιον κ.λπ., τὰ «Θεοτόκε παρθένε» κ.λπ., ὡς τῇ Κυριακῇ τῆς Τυρινῆς ἑσπέρας.
28. Δευτέρα γ΄ ἑβδομάδος τῶν νηστειῶν. ῾Οσίου Βασιλείου τοῦ ὁμολογητοῦ (†750). Πᾶσαι αἱ ἀκολουθίαι κατὰ τὴν τάξιν τῆς τεσσαρακοστῆς.
29. Τρίτη γ΄ ἑβδομάδος τῶν νηστειῶν. Τοῦ ὁσίου καὶ ὁμολογητοῦ ᾿Ιωάννου Κασσιανοῦ τοῦ ῾Ρωμαίου Πᾶσαι αἱ ἀκολουθίαι κατὰ τὴν τάξιν τῆς τεσσαρακοστῆς.
[1] 'Oρθότερον ἀντὶ τῶν ἀνωτέρω σημειωθέντων ἀποστίχων πρέπει νὰ ψαλοῦν ἓν μαρτυρικὸν καὶ δύο νεκρώσιμα τοῦ τυχόντοις ἤχου, ὡς ἑξῆς. Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν, μὴ ποθήσαντες ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Στίχος. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Οἴμοι οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! οἴμοι πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! πρὸς τοὺς ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει· πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Δι᾿ ὃ ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Στίχος. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. ᾿Εκ γῆς πλαστουργήσας με, εἰς γῆν πάλιν πορεύεσθαι, τῇ παραβάσει με κατέκρινας· ἔστησας ἡμέραν ἐτάσεως, ἐν ᾗ τὰ κρυπτὰ τῆς ἑκάστου πράξεως, φανερὰ παρίστανται ἐνώπιόν σου· τότε φεῖσαί μου ἀναμάρτητε, καὶ τῶν ἐσφαλμένων μου συγχώρησιν διδούς, τῆς βασιλείας σου μὴ χωρίσῃς με. [2] ᾿Ιστέον, ὅτι ἡ συμπλήρωσις τῶν τριαδικῶν ὕμνων ληγόντων συνήθως εἰς τὰς ἐκδόσεις τοῦ Τριῳδίου καὶ τοῦ ῾Ωρολογίου εἰς τὸ «ἅγιος, ἅγιος, ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν», γίνεται ὡς ἑξῆς. Τοῦ 1ου τροπαρίου μετὰ τοῦ χαρακτηριστικοῦ τῆς ἡμέρας (τὴν Δευτέραν μετὰ τοῦ «προστασίαις τῶν ἀσωμάτων, σῶσον ἡμᾶς»· τὴν Τρίτην μετὰ τοῦ «πρεσβείαις τοῦ προδρόμου, σῶσον ἡμᾶς»· τὴν Τετάρτην καὶ τὴν Παρασκευὴν μετὰ τοῦ: «δυνάμει τοῦ σταυροῦ σου, σῶσον ἡμᾶς»· τὴν Πέμπτην μετὰ τοῦ: «πρεσβείαις τῶν ἀποστόλων, σῶσον ἡμᾶς». Τοῦ 2ου τροπαρίου, ἐφόσον ὁ ναὸς τιμᾶται ἐπ᾿ ὀνόματι ἁγίου ἢ ἁγίας τινός, μετὰ μνείας τῆς τάξεως εἰς ἣν ἀνήκει ὁ ἅγιος ἢ ἡ ἁγία (π.χ. «πρεσβείαις τοῦ ὁσίου, σῶσον ἡμᾶς» ἢ «πρεσβείαις τῆς ἀθληφόρου, σῶσον ἡμᾶς» ἢ «πρεσβείαις τῶν μαρτύρων, σῶσον ἡμᾶς» ἢ «πρεσβείαις τοῦ ἱεράρχου, σῶσον ἡμᾶς» κ.λπ.), ἄλλως ὡς τοῦ πρώτου τροπαρίου, ἐξαιρέσει τῆς Πέμπτης, ἀφιερωμένης οὔσης καὶ εἰς τὸν ἅγιον Νικόλαον, καθ᾿ ἣν ἡ συμπλήρωσις γίνεται μετὰ τοῦ «πρεσβείαις τοῦ ἱεράρχου, σῶσον ἡμᾶς». Τοῦ 3ου, τέλος, τριαδικοῦ ὕμνου ἡ συμπλήρωσις γίνεται ἀείποτε μετὰ τοῦ: «διὰ τῆς Θεοτόκου, ἐλέησον ἡμᾶς». [3] ᾿Εκ τῶν ἐν τῷ τέλει τοῦ Ψαλτηρίου καὶ ἐν τῷ ῾Ωρολογίῳ κειμένων ἐννέα βιβλικῶν ᾠδῶν στιχολογοῦνται ὁλόκληροι ἐκεῖναι διὰ τὰς ὁποίας ὑπάρχουσιν ἐν τῷ Τριῳδίῳ τριῴδια ἐξαιρέσει τῆς θ΄ ᾠδῆς, τῆς ὁποίας στιχολογεῖται μόνον τὸ δεύτερον μέρος (ἡ προσευχὴ τοῦ Ζαχαρίου), ἐπειδὴ τὸ α΄ μέρος αὐτῆς (ἡ ᾠδὴ τῆς Θεοτόκου) θὰ στιχολογηθῇ κατὰ τὴν ἔκπαλαι καθωρισμένην τάξιν αὐτῆς· αἱ λοιπαὶ ᾠδαὶ στιχολογοῦνται μόνον κατὰ τὴν ἀρχὴν (ἐπικεφαλίδα) καὶ τὸ τέλος (τοὺς δύο τελευταίους στίχους καὶ τῆς μικρᾶς δοξολογίας Δόξα, Καὶ νῦν), ἐξαιρέσει τῆς β΄ τοιαύτης, ἥ τις, ὡς ἐν τῷ παρατιθεμένῳ πίνακι ἐμφαίνεται, στιχολογεῖται ὁλόκληρος μόνον ἑκάστην Τρίτην. Οὕτω στιχολογοῦνται ἑκάστην ὁλόκληροι αἱ ᾠδαὶ ἡ ἀρχὴ καὶ τὸ τέλος τῶν ᾠδῶν Δευτέραν α΄ η΄ θ΄ γ΄ δ΄ ε΄ f΄ ζ΄ Τρίτην β΄ η΄ θ΄ α΄ γ΄ δ΄ ε΄ f΄ ζ΄ Τετάρτην γ΄ η΄ θ΄ α΄ δ΄ ε΄ f΄ ζ΄ Πέμπτην δ΄ η΄ θ΄ α΄ γ΄ ε΄ f΄ ζ΄ Παρασκευήν ε΄ η΄ θ΄ α΄ γ΄ δ΄ f΄ ζ΄ Σάβ. β΄, γ΄ καὶ δ΄ ἑβδ. f΄ ζ΄ η΄ θ΄ α΄ γ΄ δ΄ ε΄ [4] ᾿Εσφαλμένως ἀναγράφεται ἐν τῇ τυπικῇ διατάξει τοῦ Τριῳδίου (§19) ὅτι ψάλλεται ἐνταῦθα ὁ εἱρμὸς «τῆς τοῦ Τριῳδίου α΄ ᾠδῆς». Σημειωτέον καὶ τοῦτο, ὅτι ἑκάστῃ Τετάρτῃ, ὅτε τὸ δίειρμον τριῴδιον ἔχει γ΄ ᾠδήν, ψάλλεται ἐν τέλει αὐτῆς, ἀντὶ τοῦ εἱρμοῦ τοῦ Μηναίου, ὁ εἱρμὸς τοῦ δευτέρου τριῳδίου. [5] Εἰς τὰς νηστίμους ἡμέρας τῆς μεγ. τεσσαρακοστῆς νηστείας, ἐν αἷς δηλαδὴ ἀντὶ τοῦ «Θεὸς Κύριος» ψάλλεται «᾿Αλληλούια», ἀναγινώσκεται ἀφ᾿ 6ης ᾠδῆς τῶν κανόνων, ἀντὶ κοντακίου, τὸ ἐνδιάτακτον μαρτυρικὸν κάθισμα, ἐξαιρέσει τῆς Τετάρτης καὶ τῆς Παρασκευῆς τῆς μεσονηστίμου ἑβδομάδος καὶ τῆς Πέμπτης τοῦ μεγ. Κανόνος, ἐν αἷς ἀναγινώσκονται τὰ κοντάκια τοῦ Τριῳδίου, ὅτε τὸ ἐνδιάτακτον μαρτυρικὸν ψάλλεται μετὰ τῶν καθισμάτων τῆς στιχολογίας, πρὸ τοῦ θεοτοκίου. [6] ᾿Ιστέον ὅτι ἡ συμπλήρωσις τῶν φωταγωγικῶν γίνεται μετὰ τῶν σημειωθέντων χαρακτηριστικῶν τῶν τριαδικῶν ὕμνων, τὰ ὁποῖα ὅμως ἐν τοῖς φωταγωγικοῖς κατακλείονται οὐχὶ μετὰ τοῦ «σῶσον ἡμᾶς», ἀλλὰ μετὰ τοῦ: «καὶ σῶσόν με» (π.χ. «πρεσβείαις τῆς ἀθληφόρου καὶ σῶσόν με», τὸ δὲ γ΄ πάντοτε μετὰ τοῦ «πρεσβείαις τῆς Θεοτόκου καὶ σῶσόν με»). [7] Εἰς τὴν ἐν τῷ Τριῳδίῳ καὶ τῷ ῾Ωρολογίῳ διάταξιν τῆς ἀκολουθίας τῶν ὡρῶν, εἰς ἣν παραπέμπει ἡ διάταξις τοῦ Τ.Μ.Ε., μαρτυρεῖται ἐν τέλει τῆς α΄ καὶ τῆς Ϛ΄ ὥρας ὁ γενόμενος ἄλλοτε, πρὸ τῆς ἀπολύσεως αὐτῶν, ἀσπασμὸς τῶν ἱερῶν εἰκόνων. ῞Ινα λοιπὸν δίδεται εἰς τοὺς πατέρας ὁ κατάλληλος πρὸς τοῦτο καιρός, ἀνεγινώσκετο τότε πρὸ τῆς εὐχῆς ἑκάστης τῶν ὡρῶν αὐτῶν τὸ τρισάγιον κ.λπ., ὃ ἤδη (ὅτε αἱ ὧραι ψάλλονται συναπτῶς καὶ μάλιστα ἄνευ ἔστω καὶ τυπικῆς τινος ἀπολύσεως μετὰ τὴν α΄ καὶ τὴν τριθέκτην ὥραν) παρέλκει εἰς τὸ σημεῖον αὐτό. [8] Κοντάκια τῆς ἡμέρας εἶναι· διὰ τὴν Δευτέραν τὸ τῶν ἀσωμάτων «᾿Αρχιστράτηγοι Θεοῦ», τὴν Τρίτην τοῦ προδρόμου «Προφῆτα Θεοῦ», τὴν Τετάρτην καὶ τὴν Παρασκευὴν τοῦ σταυροῦ «῾Ο ὑψωθεὶς» καὶ τὴν Πέμπτην τῶν ἁγίων ἀποστόλων «Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους» καὶ τοῦ ἁγίου Νικολάου «᾿Εν τοῖς Μύροις, ἅγιε». [9] ῾Ο ρμδ΄ ψαλμὸς «῾Υψώσω σε, ὁ Θεός μου», καλούμενος συνήθως στίχος τῆς τραπέζης, καταλιμπάνεται διὰ τὴν νηστείαν τὴν Δευτέραν καὶ τὴν Τρίτην τῆς α΄ ἑβδομάδος τῶν νηστειῶν. [10] Μεταξὺ τῆς ἐκφωνήσεως «῾Ο Θεὸς οἰκτιρήσαι ἡμᾶς» καὶ τῆς εὐχῆς τῆς (μικρᾶς) ἀπολύσεως ἔχει ἐπικρατήσει κατὰ νεωτέραν πρᾶξιν, ἄλλοθεν μὲν προελθοῦσαν, ὑπὸ τοῦ ΤΜΕ δὲ προβλεπομένην (Φεβρ. 10 §14), ὅπως λέγηται τὸ τρισάγιον, τὸ «Κύριε, ἐλέησον» (ιβ΄) καὶ ἡ εὐχὴ «Παναγία Τριάς, τὸ ὁμοούσιον κράτος». ῾Η ἀκρίβεια ὅμως τῆς τάξεως, φερομένη εἰς τὸ Τριῴδιον καὶ εἰς τὰ παλαιὰ τυπικά, ἀπαιτεῖ μετὰ τὴν ἐκφώνησιν «῾Ο Θεὸς οἰκτιρήσαι ἡμᾶς» μόνον τὰς μετανοίας καὶ εὐθὺς τὴν εὐχὴν τῆς (μικρᾶς) ἀπολύσεως. [11] Ἂν καὶ ὑπάρχει ἐν τῷ Τριῳδίῳ ἐκτενὴς διάταξις τῆς ἀρχαίας ἀκολουθίας, καθ᾿ ἣν ἀνεγινώσκετο καὶ πλῆρες τὸ Συνοδικὸν τῆς ᾿Ορθοδοξίας, ἐντούτοις ἡ ἐν συνεχείᾳ περιγραφομένη λιτάνευσις τῶν ἱερῶν εἰκόνων δὲν προβλέπεται ὑπὸ τοῦ ἰσχύοντος τυπικοῦ. Διὰ τοῦτο ἡ τοιαύτη λιτάνευσις τῶν ἱερῶν εἰκόνων τελεῖται εἴς τινας περιπτώσεις ἅμα τῷ πέρατι τῆς θείας λειτουργίας, εὐθὺς μετὰ τὴν ὀπισθάμβωνον εὐχήν, ὅτε μετὰ τὸ «Τίς θεὸς μέγας» ψάλλεται τὸ «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἐκφωνεῖται ἡ ἀπόλυσις. [12] Εἴς τινας περιοχὰς (ὡς ἐν Κύπρῳ) ἀντὶ τῆς ὡς ἄνω λιτανείας γίνεται τελετὴ ἀνάλογος πρὸς αὐτὴν τῆς Σταυροπροσκυνήσεως, τοῦ ἱερέως λιτανεύοντος ἐπὶ δίσκου εἰκόνα τοῦ δεσπότου Χριστοῦ ἢ τῆς κυρίας Θεοτόκου, τὴν ὁποίαν θέτει ἐπὶ καταλλήλως ηὐτρεπισμένου τετραποδίου ἐν τῷ μέσῳ τοῦ ναοῦ καὶ θυμιᾷ ταύτην σταυροειδῶς ψάλλων τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου», ὅπερ ἐπαναλαμβάνεται καὶ ὑπὸ τῶν χορῶν ἀνὰ μίαν. |
| Τελευταία Ενημέρωση στις Τρίτη, 13 Μάρτιος 2012 07:57 |


